De Chaerea et Callirhoe
Chariton of Aphrodisias
Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
Μεταξὺ δὲ οἰκέται δημόσιοι τὸν Θήρωνα δεδεμένον εἰς τὸ θέατρον ἦγον μετὰ πομπῆς ἐκείνῳ πρεπούσης· ἐπηκολούθει γὰρ αὐτῷ τροχὸς καὶ καταπέλτης καὶ πῦρ καὶ μάστιγες, ἀποδιδούσης αὐτῷ τῆς προνοίας τὰ ἔπαθλα τῶν ἀγώνων.
Ἐπεὶ δὲ ἐν μέσῳ ἔστη, τῶν ἀρχόντων εἷς ἀνέκρινεν αὐτὸν “τίς εἶ;” “Δημήτριος.” “Εἰπὲ πόθεν;” “Κρής.” “Τί οἶδας; εἰπέ.” “πρὸς ἐμαυτοῦ ἀδελφὸν πλέων εἰς Ἰωνίαν ἀπελείφθην νεώς, εἶτα κέλητος ἐπέβην παραπλέοντος. Τότε μὲν οὖν ὑπελάμβανον ἐμπόρους εἶναι, νῦν δὲ τυμβωρύχους.
Θαλαττεύοντες δὲ χρόνον μακρὸν οἱ μὲν ἄλλοι πάντες διεφθάρησαν ἀπορίᾳ τοῦ ποτοῦ, μόνος δὲ ἐγὼ σέσωσμαι διὰ τὸ μηδὲν ἐν τῷ βίῳ δεδρακέναι πονηρόν. Μὴ οὖν ὑμεῖς, ὦ Συρακούσιοι, δῆμος ἐπὶ
Ταῦτα λέγοντος οἰκτρῶς ἔλεος εἰσῆλθε τὰ πλήθη, καὶ τάχ’ ἂν ἔπεισεν, ὥστε κἂν ἐφοδίων τυχεῖν, εἰ μὴ δαίμων τις τιμωρὸς Καλλιρρόης ἐνεμέσησεν αὐτῷ τῆς ἀδίκου πειθοῦς· ἔμελλε γὰρ τὸ σχετλιώτατον ἔσεσθαι πάντων πραγμάτων, πεισθῆναι Συρακουσίους ὅτι μόνος ἐσώθη διὰ εὐσέβειαν ὁ μόνος σωθεὶς δι᾽ ἀσέβειαν, ἵνα ἐπὶ πλέον κολασθῇ.
Καθεζόμενος οὖν ἐν τῷ πλήθει τις ἁλιεὺς ἐγνώρισεν αὐτὸν καὶ ἡσυχῆ πρὸς τοὺς καθεζομένους εἶπε “τοῦτον ἐγὼ καὶ πρότερον εἶδον περὶ τὸν λιμένα τὸν ἡμέτερον στρεφόμενον.” Ταχέως οὖν ὁ λόγος εἰς πλείονας διεδόθη, καί τις ἐξεβόησε “ψεύδεται.” Πᾶς οὖν ὁ δῆμος ἐπεστράφη,
καὶ προσέταξαν οἱ ἄρχοντες καταβῆναι τὸν πρῶτον εἰπόντα· ἀρνουμένου δὲ Θήρωνος ὁ ἁλιεὺς μᾶλλον ἐπιστεύθη. Βασανιστὰς εὐθὺς ἐκάλουν καὶ μάστιγες προσεφέροντο τῷ δυσσεβεῖ· καόμενος δὲ καὶ τεμνόμενος ἀντεῖχεν ἐπὶ πλέον καὶ μικροῦ δεῖν ἐνίκησε τὰς βασάνους.
Ἀλλὰ μέγα τὸ συνειδὸς ἑκάστῳ καὶ παγκρατὴς ἡ ἀλήθεια· μόλις μὲν γὰρ καὶ βραδέως ἀλλ̓ ὡμολόγησεν ὁ Θήρων. Ἤρξατο οὖν διηγεῖσθαι “πλοῦτον θαπτόμενον ἰδὼν συνήγαγον λῃστάς.
Ἠνοίξαμεν τὸν τάφον· εὕρομεν ζῶσαν τὴν νεκράν· πάντα συλήσαντες ἐνεθήκαμεν τῷ κέλητι· πλεύσαντες εἰς Μίλητον μόνην ἐπωλήσαμεν τὴν γυναῖκα, τὰ δὲ λοιπὰ διεκομίζομεν εἰς Κρήτην· ἐξωσθέντες δὲ εἰς τὸν Ἰόνιον ὑπὸ ἀνέμων ἃ πεπόνθαμεν καὶ ὑμεῖς ἑωράκατε.” Πάντα εἰπὼν μόνον τοὔνομα οὐκ ἐμνημόνευσε τοῦ πριαμένου.
Ῥηθέντων δὲ τούτων χαρὰ καὶ λύπη πάντας εἰσῆλθε· χαρὰ μὲν ὅτι ζῇ Καλλιρρόη, λύπη δὲ ὅτι πέπραται.