De Chaerea et Callirhoe
Chariton of Aphrodisias
Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
Ἀλλὰ τὰ μὲν σὰ βλέπω, σὺ δὲ ποῦ; μόνη τοῖς ἐνταφίοις ἡ νεκρὰ λείπει.” Τούτων ἀκούσας ὁ Θήρων ἔκειτο ὅμοιος τοῖς νεκροῖς, καὶ γὰρ ἦν ἡμιθνής. Πολλὰ μὲν οὖν ἐβουλεύσατο τὸ μηδ’ ὅλως φωνὴν ἀφιέναι μηδὲ κινεῖσθαι· τὸ γὰρ μέλλον οὐκ ἦν ἀπροόρατον αὐτῷ· φύσει δὲ φιλόζωόν ἐστιν ἄνθρωπος καὶ οὐδὲ ἐν ταῖς ἐσχάταις συμφοραῖς ἀπελπίζει τὴν πρὸς τὸ βέλτιον μεταβολήν, τοῦ δημιουργήσαντος θεοῦ τὸ σόφισμα τοῦτο πᾶσιν ἐγκατασπείραντος, ἵνα μὴ φύγωσι βίον ταλαίπωρον.
Κατεχόμενος οὖν τῷ δίψει ταύτην πρώτην ἀφῆκε φωνὴν “ποτόν” . Ἐπεὶ δὲ αὐτῷ προσηνέχθη καὶ πάσης ἔτυχεν ἐπιμελείας, παρακαθεσθεὶς αὐτῷ ὁ Χαιρέας ἤρετο “τίνες ἐστέ; καὶ ποῖ πλεῖτε;
ἀδελφὸν ἐμαυτοῦ ζητῶ στρατευόμενον. Κατελείφθην ὑπὸ τῶν ἐπὶ τῆς νεὼς ἐν Κεφαλληνίᾳ· ταχείας δὲ τῆς ἀναγωγῆς γενομένης ἐκεῖθεν ἐπέβην τοῦδε τοῦ κέλητος παραπλέοντος εὐκαίρως. Ἐξαισίοις δὲ πνεύμασιν ἐξεώσθημεν εἰς ταύτην τὴν θάλασσαν, εἶτα γαλήνης μακρᾶς γενομένης δίψει πάντες ἀνῃρέθησαν, ἐγὼ δὲ μόνος ἐσώθην ὑπὸ τῆς ἐμῆς εὐσεβείας.” Ἀκούσας οὖν ὁ Χαιρέας ἐκέλευσεν ἐξάψαι τὸν κέλητα τῆς τριήρους, ἕως ἂν εἰς τοὺς Συρακουσίων λιμένας καταπλεύσῃ.
Προεπεδήμησε δὲ ἡ φήμη φύσει μὲν οὖσα ταχεῖα, τότε δὲ μᾶλλον σπεύσασα μηνῦσαι πολλὰ παράδοξα καὶ καινά. Πάντες οὖν ἐπὶ τὴν θάλασσαν συνέτρεχον, καὶ ἦν ὁμοῦ πάθη ποικίλα κλαόντων, θαυμαζόντων, πυνθανομένων, ἀπιστούντων· ἐξέπληττε γὰρ αὐτοὺς τὸ καινὸν διήγημα.
Ἰδοῦσα δὲ ἡ μήτηρ τὰ ἐντάφια τῆς θυγατρὸς ἀνεκώκυσεν “ἐπιγινώσκω πάντα· σύ, τέκνον, μόνη λείπεις. Ὢ καινῶν τυμβωρύχων· τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν φυλάξαντες μόνην ἔκλεψάν μου τὴν θυγατέρα.” Συνήχησαν δὲ αἰγιαλοὶ καὶ λιμένες κοπτομέναις ταῖς γυναιξί, καὶ γῆν καὶ θάλασσαν ἐνέπλησαν οἰμωγῆς.
Ἑρμοκράτης δὲ ἔφη, στρατηγικὸς ἀνὴρ καὶ πραγμάτων ἐπιστήμων “οὐκ ἐνταῦθα χρὴ ζητεῖν, ἀλλὰ νομιμωτέραν ποιεῖσθαι τὴν ἀνάκρισιν. Ἀπίωμεν εἰς τὴν ἐκκλησίαν. Τίς οἶδεν εἰ χρεία γένοιτο καὶ δικαστῶν.”
Οὔτω πᾶν εἴρητο ἔπος καὶ ἤδη μεστὸν ἦν τὸ θέατρον. Ἐκείνην τὴν ἐκκλησίαν ἤγαγον καὶ γυναῖκες. Ὁ μὲν οὖν δῆμος μετέωρος καθῆστο, Χαιρέας δὲ πρῶτος εἰσῆλθε μελανείμων, ὠχρός, αὐχμῶν, οἷος
λέγε.” Μόλις οὖν ἀναβλέψας “ὁ μὲν παρὼν” εἶπε “καιρὸς οὐκ ἦν δημηγοροῦντος ἀλλὰ πενθοῦντος, ἐγὼ δὲ ὑπὸ τῆς ἀνάγκης καὶ λέγω καὶ ζῶ, μέχρις ἂν ἐξεύρω Καλλιρρόης τὴν ἀναίρεσιν. Διὰ τοῦτο δὲ ἐντεῦθεν ἐκπλεύσας οὐκ οἶδα πότερον εὐτυχῆ τὸν πλοῦν ἢ δυστυχῆ πεποίημαι.
Πλοῖον γὰρ. ἐθεασάμην ἐν εὐδίᾳ πλανώμενον, ἰδίου χειμῶνος γέμον καὶ βαπτιζόμενον ἐν γαλήνῃ. Θαυμάσαντες ἤλθομεν πλησίον. Ἔδοξα τὸν τῆς ἀθλίας μου γυναικὸς τάφον ἰδεῖν, πάντα ἔχοντα τὰ ἐκείνης, πλὴν ἐκείνης. Νεκρῶν μὲν ἦν πλῆθος, ἀλλοτρίων δὲ πάντων, ὅδε δέ τις ἐν αὐτοῖς ἡμιθνὴς εὑρέθη. Τοῦτον ἐγὼ μετὰ πάσης ἐπιμελείας ἀνεκτησάμην καὶ ὑμῖν ἐτήρησα.”