Punic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ἐπεὶ δὲ ἕτοιμα ἦν αὐτοῖς, ἐπέτρεχε τοὺς ἰδίους ἐπισπέρχων ἑκάτερος, ὁ μὲν Σκιπίων τοὺς θεοὺς κατακαλῶν ἐν ὄψει τῶν στρατευομένων, ἐς οὓς οἱ Καρχηδόνιοι παρεσπονδήκεσαν ὁσάκις ἔλυον τὰ συγκείμενα, καὶ τὴν στρατιὰν ἀξιῶν μὴ ἐς τὸ πλῆθος τῶν πολεμίων ἀφορᾶν, ἀλλʼ ἐς τὴν ἀρετὴν αὑτῶν, ᾗ καὶ πρότερον τῶνδε τῶν ἐχθρῶν πλειόνων ὄντων ἐπεκράτησαν ἐν τῇδε τῇ γῇ. εἰ δʼ ἔστι καὶ τοῖς νικήσασιν ἐπὶ τῷ μέλλοντι φόβος ἢ δέος ἢ ἀμφιβολία, πόσῳ ταῦτα τοῖς νενικημένοις πλεονάζειν ἀνάγκη. οὕτω μὲν ὁ Σκιπίων ἠρέθιζέ τε καὶ παρηγόρει τῆς ὀλιγότητος· ὁ δʼ Ἀννίβας τῶν τε ἐν Ἰταλίᾳ γεγονότων ἔργων ὑπεμίμνησκεν αὐτούς, ὡς λαμπρὰ καὶ μεγάλα πράξειαν, οὐκ ἐπὶ Νομάσιν ἀλλʼ ἐπὶ πᾶσιν Ἰταλοῖς κατὰ τὴν Ἰταλίαν, καὶ τὴν ὀλιγότητα τῶν ἐχθρῶν αὐτόθεν ἑστὼς ἐπεδείκνυε, καὶ παρεκάλει μὴ χείρους ὀλιγωτέρων ἐν οἰκείᾳ γῇ πλέονας ὄντας ὀφθῆναι. τὸν δὲ κίνδυνον τοῦ παρόντος ἀγῶνος καὶ τὸ μέγεθος ἑκάτερος τοῖς ἰδίοις ὑπερεπῆρεν, Ἀννίβας μὲν ὅτι Καρχηδόνα καὶ Λιβύην ἅπασαν ὁ ἀγὼν ὅδε κρινεῖ, ἢ δούλην εὐθὺς ἡσσωμένων εἶναι, ἢ ἐς τὸ ἔπειτα ἄρχειν ἁπάντων ὧν ἐπεκράτουν, Σκιπίων δʼ ὅτι νικωμένοις μὲν οὐδʼ ἀναχώρησις ἔστιν ἀσφαλής, ἐπικρατοῦσι δὲ ἀρχὴ μεγάλη προσγίγνεται καὶ ἀνάπαυλα πόνων τῶν παρόντων καὶ ἐς τὰ οἰκεῖα ἀπόπλους καὶ ἐς τὸ μέλλον εὔκλεια.

οὕτω παροξύνας τοὺς ἰδίους ἑκάτερος ἐς τὸν ἀγῶνα συνῄεσαν, Ἀννίβας μὲν σαλπίγγων κατάρξας, Σκιπίων δʼ ἀντηχεῖν κελεύσας. συνιόντων δʼ αὐτῶν οἱ μὲν ἐλέφαντες κατῆρχον τῆς μάχης, ἐς τὸ φοβερώτατον ἐσκευασμένοι καὶ τοῖς κέντροις ἐξοτρυνόμενοι πρὸς τῶν ἐπικαθημένων· περιθέοντες δʼ αὐτοὺς οἱ Νομάδες ἱππεῖς ἐσηκόντιζον ἀθρόως, μέχρι τρωθέντας τε καὶ φεύγοντας καὶ δυσπειθῶς ἤδη ἔχοντας ἀπήγαγον ἐκ τῆς μάχης οἱ ἐπιβάται. καὶ τάδε μὲν ἦν περὶ τοὺς ἀμφὶ τὰ κέρατα ἐλέφαντας· οἱ δʼ ἐν μέσῃ τῇ φάλαγγι τοὺς Ῥωμαίων πεζοὺς κατεπάτουν, ἀπείρους τε μάχης τοιᾶσδε ὄντας καὶ βαρεῖς ὑπὸ τῆς ὁπλίσεως, καὶ παρʼ αὐτὸ φεύγειν εὐκόλως ἢ διώκειν οὐ δυναμένους, ἕως ὁ Σκιπίων τοὺς ἱππέας τοὺς Ἰταλικούς, ὀπίσω τεταγμένους καὶ κουφότερον ἐσκευασμένους, ἐπαγαγὼν ἀποβῆναι τῶν ἵππων ταρασσομένων ἐκέλευσε, καὶ τοὺς ἐλέφαντας περιθέοντας ἐσακοντίζειν. πρῶτός τε αὐτὸς ἀποβὰς ἔτρωσε τὸν προπηδῶντα τῶν ἐλεφάντων. θαρρησάντων δὲ τῶν ἄλλων, καὶ τιτρωσκόντων ἤδη πανταχόθεν αὐτούς, καὶ οἵδε ὑπεχώρουν.

καὶ γενομένης τῆς μάχης καθαρᾶς θηριων, ὁ ἀγὼν ἐγίγνετο μόνων ἀνδρῶν τε καὶ ἵππων. τὸ μὲν οὖν δεξιὸν τὸ Ῥωμαίων, οὗ Λαίλιος ἐπεστάτει, τρέπεται τοὺς ἐναντίους Νομάδας, Μασσανάσσου βαλόντος αὐτῶν τὸν δυνάστην Μασσάθην· ὀξέως δʼ αὐτοὺς ὁ Ἀννίβας ἐπιδραμὼν συνέτασσε τὴν μάχην. τὸ δὲ λαιόν, ἔνθα Ῥωμαίων μὲν Ὀκτάουιος ἐπεστάτει, τῶν δὲ πολεμίων Κελτοὶ καὶ Λίγυες ἦσαν, ἐπόνει μάλα καρτερῶς ἑκατέροις. καὶ Σκιπίων μὲν ἔπεμπε Θέρμον τὸν χιλίαρχον ἐπικουρεῖν μετʼ ἐπιλέκτων· Ἀννίβας δʼ ἐπεὶ τὸ λαιὸν συνέστησεν, ἐς τοὺς Λίγυας καὶ Κελτοὺς μεθίππευεν, ἐπάγων ἅμα τὴν δευτέραν τάξιν Καρχηδονίων τε καὶ Λιβύων. κατιδὼν δʼ αὐτὸν ὁ Σκιπίων ἀντιπαρῆγε μεθʼ ἑτέρου στίφους. δύο δὲ στρατηγῶν ἀρίστων ἐς ἀγῶνα συνιόντων, ἔρις ἦν τῶν ὑφʼ ἑκατέρῳ λαμπρὰ καὶ δέος, καὶ προθυμίας οὐδετέροις τι ἐνέλιπε, σφοδροῦ καὶ ὀξέος ὄντος πόνου τε καὶ παρακελεύσεως.

μακρᾶς δὲ καὶ ἀκρίτου τῆς μάχης οὔσης, οἱ στρατηγοὶ τοὺς κάμνοντας ἐλεοῦντες ὥρμων ἐπʼ ἀλλήλους ὡς ἐν σφίσι τῆς κρίσεως ταχυτέρας ἐσομένης. καὶ ἠκόντισαν ὁμοῦ, Σκιπίων μὲν Ἀννίβου τὴν ἀσπίδα, ὁ δʼ Ἀννίβας ἔτυχε τοῦ ἵππου. καὶ ὁ ἵππος ὑπὸ τῆς πληγῆς ἐξέφερεν ὀπίσω τὸν Σκιπίωνα, μέχρι περιβὰς ἕτερον ἵππον αὖθις ἐς τὸν Ἀννίβαν ἠκόντισεν. ἀλλʼ ἀπέτυχεν αὐτοῦ καὶ τότε, τὸν δὲ ἱππέα τὸν ἐγγὺς ἔβαλεν. ἧκε δʼ ἐν τούτῳ καὶ Μασσανάσσης πυθόμενος. καὶ οἱ Ῥωμαῖοι τὸν στρατηγὸν ὁρῶντες στρατιωτικῶς σφῶν ὑπερμαχόμενον, καρτερώτερεν τοῖς πολεμίοις ἐνέπεσον καὶ ἐτρέψαντο καὶ φεύγοντας ἐδίωκον· οὐδὲ παριππεύοντος αὐτοῖς τοῦ Ἀννίβου καὶ δεομένου στῆναι καὶ τῆς μάχης αὖθις ἐς πεῖραν ἐλθεῖν ἔτι ἐπείθοντο. ἀπογνοὺς οὖν αὐτῶν ὁ Ἀννίβας τοὺς ἐξ Ἰταλιας οἱ συνελθόντας, ἐφεδρεύοντας ἔτι καὶ ἀτρεμοῦντας, ἦγεν ἐπὶ τὴν μάχην, ἐλπίσας Ῥωμαίοις ἅτε διώκουσιν ἀσυντακτοτέροις ἐπιπεσεῖσθαι. οἱ δὲ τὸ ἐνθύμημα αὐτοῦ θεασάμενοι, μετὰ σπουδῆς ἀλλήλους ἐκ τῆς διώξεως ἀνεκάλουν, καὶ συνετάσσοντο αὖθις ἐς μάχην. οὔτε δὲ ἵππων σφίσι παρόντων οὔτε ἀκοντίων ἔτι ὄντων, ξίφεσιν ἐς ἀλλήλους ἐχρῶντο καὶ συνεπλέκοντο. φόνος τε ἦν πολὺς ἐνθάδε μάλιστα καὶ τραύματα μέγιστα, καὶ πιπτόντων στόνος καὶ ἀναιρούντων μεγαλαυχία, μέχρι ποτὲ καὶ τούσδε ἐτρέψαντο οἱ Ἰταλοὶ καὶ φεύγουσιν εἵποντο, κρίσις τε ἦν λαμπρὰ τοῦ πολέμου.