Punic Wars
Appianus of Alexandria
Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
Καρχηδονίων δʼ ἡ μὲν βουλὴ τὰ συμβάντα ὑπερησπάζετο, καὶ παρεκάλει τὸν δῆμον ἐμμεῖναι τοῖς ἐγνωσμένοις, τήν τε κακοπραγίαν σφῶν τὴν ἐς ἅπαντα διηγουμένη καὶ τὴν παροῦσαν ἀπορίαν στρατοῦ τε καὶ χρημάτων καὶ ἀγορᾶς. οἱ δέ, οἷον ὄχλος, ἀφρόνως ἡγοῦντο τοὺς στρατηγοὺς σφῶν διʼ ἑαυτοὺς ταῦτα Ῥωμαίοις συντίθεσθαι, ἵνα διʼ ἐκείνων δυναστεύσωσι τῆς πατρίδος· ὃ καὶ Ἀννίβαν νῦν καὶ Ἀσδρούβαν οὐ πρὸ πολλοῦ ποιῆσαί τε, καὶ τὸ στρατόπεδον νυκτὸς ἐγχειρίσαντα τοῖς πολεμίοις, μετʼ ὀλίγον καὶ ἑαυτὸν ἐθελῆσαι τῷ Σκιπίωνι ἐνδοῦναι ἐπὶ τῷδε προσπελάσαντα, κρύπτεσθαί τε νῦν ἐν τῇ πόλει. βοῆς δʼ ἐπὶ τούτῳ καὶ θορύβου γενομένου. τὴν ἐκκλησίαν τινὲς καταλιπόντες ἐζήτουν Ἀσδρούβαν περιιόντες. ὁ δʼ ἔφθασε μὲν ἐς τὸν τοῦ πατρὸς τάφον καταφυγὼν καὶ φαρμάκῳ διαχρησάμενος αὑτόν· οἱ δὲ κἀκεῖθεν αὐτοῦ τὸν νέκυν ἐξελόντες, καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμόντες περιέφερον ἐπὶ δόρατος ἀνὰ τὴν πόλιν. Ἀσδρούβας μὲν δὴ καὶ τὸ πρῶτον ἀδίκως ἐξεπεπτώκει, καὶ τὸ δεύτερον ψευδῶς διεβέβλητο ὑπὸ Ἄννωνος, καὶ τότε πρὸς Καρχηδονίων οὕτως ἀνῄρητο καὶ οὕτως ἀποθανὼν ὑβρίζετο.
Καρχηδόνιοι δʼ ἐπέστελλον Ἀννίβᾳ λῦσαι τὰς ἀνοχὰς καὶ πολεμεῖν Σκιπίωνι, κρῖναι δʼ ὅτι τάχιστα τὸν πόλεμον μάχῃ διὰ τὴν ἀπορίαν. ὁ μὲν δὴ πέμψας ἔλυσε τὰς ἀνοχάς, καὶ Σκιπίων Πάρθον τε, μεγάλην πόλιν, αὐτίκα προσπεσὼν εἷλε, καὶ πλησίον Ἀννίβου μετεστρατοπέδευεν. ο δὲ ἀνεζεύγνυε, τρεῖς τοῖς Ῥωμαιοις κατασκοπους ἐπιπέμψας, οὓς ὁ Σκιπίων ἔλαβέ τε καὶ οὐκ ἔκτεινεν, ὥσπερ ἔθος τοὺς κατασκόπους κτείνειν, ἀλλʼ ἐς τὸ στρατόπεδον καὶ τὰς ὁπλοθήκας καὶ τὰ μηχανήματα περιαχθῆναι κελεύσας, καὶ τὴν στρατιὰν γυμναζομένην ἰδεῖν, ἀπέλυσε φράζειν Αννίβᾳ περὶ ἑκάστων. ὁ δὲ ἠξίωσεν ἔτι συνελθεῖν ἐς λόγους Σκιπίωνι, καὶ συνελθὼν ἔλεγε Καρχηδονίους ἀγανακτῆσαι τῇ πρότερον εἰρήνῃ διὰ τὰ χρήματα, καὶ εἰ τοῦτο ἐκλυθείη, Σικελίας δὲ μόνον ἀξιοῖεν οἱ Ῥωμαῖοι καὶ Ἰβηρίας καὶ νήσων ὅσων ἄρχουσι κρατεῖν, ἔσεσθαι τὰς συνθήκας βεβαίους. ὁ δὲ πολύ, ἔφη, κέρδος Ἀννίβᾳ τῆς φυγῆς ἔσται τῆς ἐξ Ἰταλίας, εἰ ταῦτα προσλάβοι παρὰ Σκιπιωνος. καὶ ἀπηγόρευε πέμπειν ἔτι πρὸς αὐτόν. διαπειλησάμενοί τε ἀλλήλοις ἀνεζεύγνυον ἑκάτερος ἐς τὸ αὑτοῦ στρατόπεδον.
πόλις δʼ ἐγγὺς ἦν Κίλλα, καὶ παρʼ αὐτὴν λόφος εὐφυὴς ἐς στρατοπεδείαν, ὃν ἐπινοῶν ὁ Αννίβας προλαβεῖν, ἔπεμπέ τινας διαγράφειν τὸ στρατόπεδον, καὶ εὐθὺς ἀναστήσας ἐβάδιζεν ὡς ἔχων τὸν λόφον. Σκιπίωνος δʼ αὐτὸν φθάσαντός τε καὶ προλαβόντος, ἀποληφθεὶς ἐν πεδίῳ μέσῳ καὶ ἀνύδρῳ διετέλει τὴν νύκτα πᾶσαν ὀρύσσων φρέατα, καὶ ὁ στρατὸς αὐτῷ διαμώμενος τὴν ψάμμον ὀλιγον καὶ θολερὸν ἔπινον ἐπιμόχθως. ἀθεράπευτοί τε καὶ ἄσιτοι, καὶ ἐν τοῖς ὅπλοις ἔνιοι, διενυκτέρευσαν. ὧν ὁ Σκιπίων αἰσθανόμενος προσέβαλεν ἅμα ἕῳ κεκμηκόσιν ἐξ ὁδοῦ καὶ ἀγρυπνίας καὶ ἀνυδρίας. Ἀννίβας δʼ ἤχθετο μέν, οὐχ ὅτε βούλοιτο συνιὼν ἐς μάχην, ἑώρα δὲ ὡς εἴτε μένοι κατὰ χώραν, κακοπαθήσων ὑπὸ τῆς ἀνυδρίας, εἴτε φεύγοι, τὰ φρονήματα τῶν ἐχθρῶν ἀναστήσων καὶ πολλὰ πεισόμενος ὑπʼ αὐτῶν ἐπικειμένων. ὅθεν ἀναγκαῖον ἦν αὐτῷ μάχεσθαι. καὶ παρετασσεν αὐτίκα ἄνδρας μὲν ἐς πεντακισμυρίους, ἐλέφαντας δὲ ὀγδοήκοντα. ἵστη δὲ πρώτους μὲν τοὺς ἐλέφαντας, ἐκ διαστημάτων, ἐφʼ ὅλου τοῦ μετώπου, φοβερώτατα σκευασας. καὶ ὑπʼ αὐτοῖς ἦν τὸ τρίτον τῆς στρατιᾶς, Κελτοὶ καὶ Λίγυες· τοξόται τε αὐτοῖς ἀνεμεμίχατο πάντῃ καὶ σφενδονῆται Μαυρούσιοί τε καὶ Γυμνήσιοι. τούτων δʼ ὄπισθεν ἡ δευτέρα τάξις ἦν, Καρχηδόνιοί τε καὶ Λίβυες. τρίτοι δʼ ὅσοι ἐξ Ἰταλίας εἵποντο αὐτῷ. οἷς δὴ καὶ μάλιστα, ὡς πλέον δεδιόσιν, ἐθάρρει. ἡ δʼ ἵππος περὶ τὰ κέρατα ἦν.
οὕτω μὲν Ἀννίβας ἐξέτασσε, Σκιπίωνι δʼ ἦσαν ἀμφὶ τοὺς δισμυρίους καὶ τρισχιλίους, ἱππεῖς δʼ Ἰταλῶν καὶ Ῥωμαίων χίλιοι καὶ πεντακόσιοι. συνεμάχει δὲ Μασσανάσσης ἱππεῦσι Νομάσι πολλοῖς, καὶ Δακάμας ἕτερος δυνάστης ἱππεῦσιν ἑξακοσίοις. τὸ μὲν οὖν πεζὸν ἐς τρεῖς καὶ ὅδε τάξεις ἐπέταττεν ὁμοίως Ἀννίβᾳ, λόχους δʼ ὀρθίους ἐποιεῖτο πάντας, ἵνα διʼ αὐτῶν οἱ ἱππεῖς εὐχερῶς διαθέοιεν. ἐφίστη δʼ ἑκάστῳ λόχῳ προμάχους κατὰ μέτωπον, οἳ ξύλα παχέα διπήχη μάλιστα, πυκνὰ καὶ τὰ πολλὰ αὐτῶν σεσιδηρωμένα, ἔμελλον ὡς καταπέλτας ἐκ χειρὸς ἐς τοὺς ἐλέφαντας ἐπιόντας ἀφήσειν. παρήγγελτο δʼ αὐτοῖς τε καὶ τοῖς ἄλλοις πεζοῖς ἐκκλίνειν τὴν ὁρμὴν τῶν θηρίων, καὶ περιθέοντας ἀκοντίζειν ἐς αὐτὰ συνεχῶς, καὶ προσπελάζοντας, ὅτε δύναιντο, ὑποτέμνειν τὰ νεῦρα. οὕτω μὲν οἱ πεζοὶ διετετάχατο τῷ Σκιπίωνι· τοὺς δʼ ἱππέας τοὺς μὲν Νομαδικοὺς ἐπέστησε τοῖς κερασιν, εἰθισμένους τὴν τῶν ἐλεφάντων ὄψιν καὶ ὀδμὴν φέρειν, τοὺς δὲ Ἰταλικοὺς διὰ τὸ ἄηθες ὀπίσω πάντων, ἑτοίμους ἐπελθεῖν διὰ τῶν διαστημάτων, ὅτε τὴν πρώτην τῶν ἐλεφάντων ὁρμὴν ὑπομείνειαν οἱ πεζοί. παρʼ ἕκαστον δὲ τῶν ἱππέων τῶνδε ὑπηρέτης ἦν πολλὰ ἀκόντια φέρων, οἷς ἐπενόει τὰ θηρία ἀμύνεσθαι. οὕτω μὲν αὐτῷ καὶ ἡ ἵππος εἶχε, παρεδίδου δὲ τὸ μὲν δεξιὸν Λαιλίῳ, τὸ δὲ λαιὸν Ὀκταουιῳ. ἐν δὲ τοῖς μέσοις ἤστην αὐτός τε καὶ Ἀννίβας, κατὰ δόξαν ἀλλήλων, ἔχοντες ἀμφʼ αὑτοὺς ἱππέας, ἐπικουρεῖν ὅπῃ τι πονούμενον ἴδοιεν, ὁ μὲν Ἀννίβας τετρακισχιλίους, ὁ δὲ Σκιπίων δισχιλίους, καὶ τοὺς τριακοσίους Ἰταλοὺς οὓς αὐτὸς ὥπλισεν ἐν Σικελίᾳ.