Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

ἐπὶ μέγα τρυφῆς προελθόντες οἱ Συβαρῖται καὶ πλούτου ἐπὶ μέγα ἥκοντες ἑαυτοῖς καὶ ἄλλοις ἐδόκουν ἀξιόζηλοι εἶναι.

πυθόμενοι δὲ ταῦτα οἱ Συβαρῖται κατέγραφον

ἑαυτοῖς εὐδαιμονίαν δι’ αἰῶνος. μὴ γὰρ ἐκπλεύσειν τῶν φρενῶν ἐς τοσοῦτον, ὡς ἀνθρώπους προτιμῆσαί ποτε θεῶν.

καὶ νόμον ἔθεντο, εἰ τοιοῦτοι γένοιντο ὑπὸ τῷ τοσούτῳ θεῷ, εὐδαιμονίαν εἶναι καταγράφοντες κοινήν.

ὃ δὲ ὁρῶν οἷ κακοῦ εἴη, ἐπὶ τὸν τάφον τοῦ γειναμένου καταφεύγει.

κελεύει ἡ Πυθία εἴδωλόν τε πεπλασμένον ἐς ὄψιν γυναικὸς μετέωρον ἐξαρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις.