Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

ἰνδάλματα εἰκασμένα κυσὶν ἔκ τινος θείας ὁρμῆς τοῦτον ἐπιπηδήσαντα, οἰκτρῶς, ὅσα ἰδεῖν, διέξυεν.

ἦν δὲ ἄρα εἴδωλα ταῦτα, ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου.

καὶ Κλέαρχος ὁ Ποντικὸς νέος ὢν ἐς Ἀθήνας ἀφίκετο ἀκοῦσαι Πλάτωνος. καὶ λέγων φιλοσοφίας διψῆν ὀλίγα οἱ συγγενόμενος (ἦν γὰρ θεοῖς ἐχθρὸς) ὄναρ ὁρᾳ ὅδε ὁ Κλέαρχος γυναῖκά τινα λέγουσαν πρὸς αὐτὸν ’ ἄπιθι τῆς Ἀκαδημείας καὶ φεῦγε φιλοσοφίαν· οὐ γάρ σοι θέμις ἐπαυρέσθαι αὐτῆς· ὁρᾷ γὰρ πρός σε ἔχθιστον.’ ὧν ἀκούσας ἐπάνεισιν ἐς τὴν Ἡρακλείαν. φθ όνῳ δὲ ἐπικλυσθεὶς ἐκπλεῖτῆς οἴκοθεν, καὶ φυγὰς ἀλώμενος ἔρχεται πρὸς Μιθριδάτην, καὶ στρατοπεδευόμενος παρ’ αὐτῷ ἐπῃνεῖτο. οὐ μὴν μετὰ

μακρὸν ἐκπίπτουσιν οἱ Ἡρακλεῶται ἐς στάσιν βαρεῖαν, εἶτα ἐπανελθεῖν ἐς φιλίαν καὶ συμβάσεις βουλόμενοι προαιροῦνται ἔφορον τῆς αὖθις ὁμονοίας τὸν Κλέαρχον. ἐπειδὴ δὲ κλητὸς παρεγένετο, καταλύσας ἔν τινι τῶν σταθμῶν τῶν διὰ τῆς ὁδοῦ ὄναρ ὁρᾷ παλαιὸν Ἡρακλεωτῶν τύραννον Εὐώπιον ὄνομα λέγοντα αὐτῷ ὅτι δεῖ τυραννῆσαί σε τῆς πατρίδος· προσέταττε δὲ καὶ οὗτος φιλοσοφίαν φυλάττεσθαι αὐτόν. ὑπεμνήσθη καὶ τούτων ἐκ τῆς προρρήσεως τῆς Ἀθήνησιν. ἐγκρατὴς οὖν τῶν κοινῶν γενόμενος, ὠμότατός τε ἦν καὶ ἐς ὑπεροψίαν ἐξαφθεὶς ἄμαχον τοῦ μὲν ἔτι ἄνθρωπος εἶναι κατεφρόνει, προσκυνεῖσθαι δὲ καὶ ταῖς τῶν Ὀλυμπίων γεραίρεσθαι τιμαῖς ἠξίου, καὶ στολὰς ἤσθητο θεοῖς συνήθεις, καὶ τοῖς ἀγάλμασι τοῖς ἐκείνων ἐπιπρεπούσας, τόν τε υἱὸν τὸν ἑαυτοῦ Κεραυνὸν ἐκάλεσεν. ἀπέκτεινε δὲ αὐτὸν πρῶτον μὲν ἡ Δίκη, εἶτα ἡ χεὶρ ἡ Χίωνος, ὥσπερ οὖν ἦν ἑταῖρος Πλάτωνος, καὶ χρόνον διήκουσεν αὐτοῦ, καὶ τὸ μισοτύραννον ἐκ τῆς ἐκείνου ἑστίας σπασάμενος ἠλευθέρωσε τὴν πατρίδα. κοινωνὼ δέ οἱ τῆς καλῆς πράξεως γενέσθαι λέγονται Λεωνίδης τε καὶ Ἀντίθεος, φιλοσόφω καὶ τώδε ἄνδρε. ὅπως δὲ ἔδωκε δίκας ἀνθ’ ὧν ἐτόλμησεν εἴρηται.