Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
ἄνθος προσώπῳ ἐπιφυόμενον, οἷον οὐδὲ εἷς λειμὼν νοτερός τε καὶ ἁβρὸς καὶ εὐθαλὴς τεκεῖν ὑπὸ δρόσῳ ἐαρινῇ οἶδεν, ἐρύθημά τε ὡραῖον καὶ μειδίαμα ἥδιστον.
γύναιον ἐκ Συρίας καθημαξευμένον ὑπὸ παντὸς τοῦ προσιόντος· ἑταίρα γὰρ ἦν ἐμφανὴς καὶ τῶν ἐν τοῖς μίμοις δι’ ἀκολασίαν περιπαθεστέρα, τοῖς τε φαινομένοις ἐς τὴν κοινὴν ὄψιν σχήμασιν ἐκκαλουμένη τοὺς ὁρῶντας ἐς τὰ πάθη τοῦ σώματος, καὶ κατατείνουσα τὸν δῆμον καὶ ὅσον μετὰ τοῦ δήμου πρὸς συώδη τινὰ καὶ μανικὴν ἀσέλγειαν.
σύνοδοί τινες ἐς αὐτῆς ἐγίνοντο καὶ συμφοιτήσεις ἀκολάστων ἀνδρῶν καὶ γυναικῶν ἀσελγῶν καὶ μειρακίων ἐξώλη βίον προῃρημένων.
κρίσεως δ’ ὡς ἐν ἀκολάστοις εὐθείας οὐ διήμαρτε
περὶ τὴν αἵρεσιν τῆς μιμάδος· σὺν κάλλει γὰρ λαμπρῷ τοῦ σώματος ποικίλως ἤσκητο τὴν εὐαπάτητον παιδείαν.ὑγρῶς γὰρ κραδαινομένη καὶ τοῖς ποσὶ χαμαιτυπής, εὔστολος γινομένη, ἐνίκα πάντας τοὺς τῶν θαυματοποιῶν ἐξηγουμένους· φωνήν τε ἔχουσα ἡδεῖαν καὶ ταύτην μετὰ τέχνης ἀφιεῖσα οὐδενὸς τῶν ἐπ’ ᾄσμασι θαυμαζομένων ἐκρίθη δευτέρα. ἅτε δὴ οὐκ ἄπειρος ἐρωτικῆς περιεργίας, ἀκκιζομένη σὺν καιρῷ καὶ πρὸς ζηλοτυπίαν εὐφυῶς ἄγουσα τὸν ἄνδρα, ἑαυτῇ μὲν πλοῦτον οὐκ εὐκαταφρόνητον οἶσεν, ἐκεῖνον δὲ κατὰ βαιὸν τηκόμενον τῷ ἔρωτι ἀπήλλαξε τῶν τῇδε.
ὁ δὲ θεοσύλης γενόμενος καὶ τὰ ἕδη τῶν θεῶν αὐτὰ ἐξ ἠθῶν ἀναστήσας, καὶ φόνους ἐργασάμενος ἐναγεῖς, καὶ διαρρήξας καὶ διαξήνας τοὺς νόμους, καὶ τὴν ἀνδρῶν ἀπειπάμενος φύσιν, καὶ γήμας ἀθύτους τε καὶ ἀγάμους ἐκεῖνος γάμους, ἐφ’ οἷς οἶδα καὶ τὸν θεὸν σείσαντα, καὶ διοσημίας ἄλλας κατενόησα ὢν ὑφ’ ἡλίῳ ἔτι καὶ τυραννῶν.
ὁ δὲ θεοσύλης λιπὼν τὴν πατρίδα καὶ ἀλώμενος διετέλει.