Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
ἐπανελθόντες οὖν προγραφὰς καὶ τῶν ἐκ βουλῆς καὶ τῶν ἐς τὴν ἱππάδα τελούντων εἰργάσαντο, τούτους ἀποκτιννύντες.
Μάρκος τῶν εὖ γεγονότων, τὴν ἀξίωσιν ἀγορανόμος, προυγράφη· εἶτα μέντοι λαθεῖν βουλόμενος ξυρεῖ τὴν κεφαλὴν καὶ τὸ γένειον, καὶ στολὴν Αἰγυπτίαν ἀναλαβών, ἥνπερ οἱ τῆς Ἴσιδος θεραπευτῆρες ἤσθηνται, καὶ σεῖστρον ἐπισείων καὶ πόλιν ἐκ πόλεως ἀμείβων καὶ τῷ θεῷ ἀγείρων καὶ ἀναγκαίας τροφάς, λιμοῦ φάρμακα, ἀγαπητῶς λαμβάνων ἠλᾶτο.
καὶ καλῶς Ἡρόδοτος τὰς ὑπὲρ τῶν γυναικῶν οἰστρήσεις τε καὶ μανίας παρ’ οὐδὲν ἐτίθετο.
ἐπεὶ καὶ τὴν τοῦ Μενέλεω πρὸς τὸν τοῦ Πριάμου Πάριν ** οὔτε ἐπαινῶ οὔτε ἄγαμαι.
ἑκάτερος δι’ ἁρπαγῆς τὴν κόρην ἑαυτοῦ ποιήσασθαι ἐμαίνοντο. πόλεμος οὖν ἔκφυλος ἐγένετο,
καὶ ἐνακμάζει καὶ μάλα ἀδόκητος, οὐκ ἔχων οὔτε γενναίαν οὔτε εὐπρεπῆ τὴν ὑπόθεσιν.λαβόντες ἑκάτερος τῆς κόρης τὴν ἄδωρον μοῖραν τῷ ἑαυτῶν λέχει (τραγικὸς ἂν εἶπε ποιητὴς) ἑαυτοὺς κατέσφαξαν.
ἀλλὰ καὶ ἐκείνων νεμηθέντων εἰς τὴν στάσιν.
τοῖς φίλοις καὶ οἰκείοις ἐμπαλασσόμενοι ἀπέσφαττον αὐτοὺς ὡς πολεμίους.
συνενθουσιῶντες αὐτοῖς, καὶ τῇ παραφόρῳ τῇδε φιλοτιμίᾳ τῇ κακίστῃ δαιμόνων ἐκριπισθέντες ἀπολώλασιν.