Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Αἱ μὲν καθόλου ἀπορίαι περὶ τοῦ ἀληθοῦς τοιαῦταί τινές εἰσιν· ἀκολούθως δὲ ἔλθωμεν καὶ ἐπὶ τὰς κατὰ μέρος. καὶ δὴ τούς μὲν πάντα λέγοντας ψευδῆ ἐδείξαμεν πρόσθεν περιτρεπομένους. εἰ γὰρ πάντ’ ἐστὶ ψευδῆ, ψεῦδος ἔσται καὶ τὸ “πάντ᾿ ἐστὶ ψευδῆ”, ἐκ πάντων ὑπάρχον. ψεύδους δὲ ὄντος τοῦ ‘‘πάντ’ ἐστὶ ψευδῆ”, τὸ ἀντικείμενον αὐτῷ ἀληθές ἔσται, τὸ “οὐ πάντ’ ἐστὶ ψευδῆ”. εἰ ἄρα πάντ’ ἐστὶ ψευδῆ, οὐ πάντ’ ἐστὶ ψευδῆ.

οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Πλάτωνα ἀθετοῦντες μὲν τὰς αἰσθήσεις, ἀναιροῦντες δὲ τὰ αἰσθητά, μόνοις δ’ ἑπόμενοι τοῖς [*](12 ἔσται NLE: ἐστι ς 15 μή τι NLE: μήτε ς 28 διαθέσει Bekk.: αἰσθήσει G 24 ὑποτιθέντος ς τούς πολλοὺς N πολλούς <μὲν> Bekk. ut p. 354, 20. 367, 17; an recte, cum Kochalskyio l. l. p. 75 30 τὸ ante πλῆθος om. LEς cf. V. 27 2 δὲ ἔλθωμεν Ες: διέλθωμεν N: δι’ ἔλθωμεν L N: ψευδοῦς LEς)

νοητοῖς, συγχέουσι τὰ πράγματα, καὶ οὐ μόνον τὴν τῶν ὄντων ἀλήθειαν σαλεύουσιν, ἀλλὰ καὶ τὴν ἐπίνοιαν αὐτῶν. πᾶσα γὰρ νόησις ἀπὸ αἰσθήσεως γίνεται ἢ οὐ χωρὶς αἰσθήσεως, καὶ ἢ ἀπὸ περιπτώσεως ἢ οὐκ ἄνευ περιπτώσεως.

ὅθεν οὐδὲ τἀς λεγομένας ψευδεῖς φαντασίας, οἷον τὰς καθ᾿ ὕπνους ἢ τὰς κατὰ μανίαν, εὑρήσομεν ἀπηρτημένας τῶν διὰ τῆς αἰσθήσεως κατὰ περίπτωσιν ἡμῖν ἐγνωσμένων. καὶ γὰρ ὁ κατὰ μανίαν Ἐρινύας αὑτῷ ἀναπλάσσων (Eurip. Orest. 256)

  • τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας
  • ἐκ τῶν πεφηνότων αὑτῶ σύνθετον μορφὴν νοεῖ· ὡσαύτως δὲ ὁ πτηνὸν ἄνθρωπον καθ’ ὕπνους ὀνειροπολούμενος οὐ δίχα τοῦ πτηνόν τι ἑωρακέναι καὶ ἄνθρωπον ὀνειροπολεῖται.

    καὶ καθόλου οὐδὲν ἔστιν εὑρεῖν κατ’ ἐπίνοιαν ὃ μὴ ἔχει τις αὐτῷ κατὰ περίπτωσιν ἐγνωσμένον. τοῦτο γὰρ ἢ κατὰ ὁμοιότητα τῶν ἐν περιπτώσει πεφηνότων ληφθήσεται ἢ κατὰ παραύξησιν ἢ κατὰ μείωσιν ἢ κατ’ ἐπισύνθεσιν.

    καθ’ ὁμοιότητα μὲν οὖν, οἷον ὅταν ἀπὸ τῆς θεωρηθείσης Σωκράτους εἰκόνος τὸν μὴ ἑωραμένον Σωκράτην ἐπινοῶμεν, κατὰ παραύξησιν δέ, ὅταν ἀπὸ τοῦ κοινοῦ ἀνθρώπου κινούμενοι νοῶμεν, οἷον ὃς οὐκ ἐῴκει (ι 191)

  • ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
  • ὑψηλῶν ὀρέων,
  • κατὰ μείωσιν δέ,

    ἐπειδάν συνελόντες πάλιν τὸ μέγεθος τοῦ κοινοῦ ἀνθρώπου νόησιν λαμβάνωμεν πυγμαίου, κατ’ ἐπισύνθεσιν δέ, ὅταν ἀπὸ ἀνθρώπου καὶ ἵππου τὸν μηδέποτε ὑποπεπτωκότα ἡμῖν Ἱπποκένταυρον νοῶμεν. πάσης οὖν ἐπινοίας προηγεῖσθαι δεῖ τὴν διὰ τῆς αἰσθήσεως περίπτωσιν, καὶ διὰ τοῦτ’ ἀναιρουμένων τῶν αἰσθητῶν ἐξ [*](58—60 ~ adv. dogm. III 393—395 et V 250—251.) [*](14 ἢ prius del. Kochalsky coll. v. 13 20 αἱματωπούς N et codd. Euripidis: αἱματώδεις LEς 25 τις Bekk.: τι G 20/30 σωκράτη L 2 ὑψηλὼ νοερῶν LEς 4 πυγονιαίου LE 7 διὰ NLE: ἀπὸ ς)

    ἀνάγκης συναναιρεῖται πᾶσα νόησις.

    ὅ τε λέγων πάντ’ εἶναι τὰ φαινόμενα ψευδῆ καὶ ἐτεῇ μόνα ὑπάρχειν τὰ νοητά, ἔστι ἔστι κατ’ ἀλήθειαν, ἤτοι φάσει μόνον χρώμενος τοῦτ’ ἐρεῖ ἢ καὶ ἀποδεικνύς. ἀλλὰ φάσει μὲν λέγων φάσει ἐπισχεθήσεται, ἀπόδειξιν δὲ παραλαμβάνειν πειρώμενος περιτραπήσεται.

    ἢ γὰρ φαινομένῳ τινὶ διδάξει τὸ ἐτεῇ μόνα εἶναι τὰ νοητὰ ἢ ἀδήλῳ. οὔτε δὲ φαινομένῳ τοῦτο διδάξει, οὐ γὰρ ὑπάρχει, οὔτε ἀδήλῳ, ἐκ φαινομένου γὰρ ὀφείλει προπεπιστῶσθαι τὸ ἄδηλον. οὐ τοίνυν ὑγιής ἐστιν ἡ στάσις τῶν περὶ Δημόκριτόν τε καὶ Πλάτωνα.

    Ὁ δὲ Ἐπίκουρος (fr. 253 Us.) ἔλεγε μὲν πάντα τὰ αἰσθητὰ εἶναι ἀληθῆ, καὶ πᾶσαν φαντασίαν ἀπὸ ὑπάρχοντος εἶναι, καὶ τοιαύτην ὁποῖόν ἐστι τὸ κινοῦν τὴν αἴσθησιν, πλανᾶσθαι δὲ τοὺς τινὰς μὲν τῶν φαντασιῶν λέγοντας ἀληθεῖς, τινὰς δὲ ψευδεῖς παρὰ τὸ μὴ δύνασθαι χωρίζειν δόξαν ἀπὸ ἐναργείας. ἐπὶ γοῦν τοῦ Ὀρέστου, ὅτε ἐδόκει βλέπειν τὰς Ἐρινύας, ἡ μὲν αἴσθησις ὑπ᾿ εἰδώλων κινουμένη ἀληθὴς ἦν ὑπέκειτο γὰρ τὰ εἴδωλα), ὁ δὲ νοῦς οἰόμενος, ὅτι στερέμνιοί εἰσιν Ἐρινύες ἐψευδοδόξει.

    καὶ ἄλλως, φησίν, οἱ προειρημένοι τῶν φαντασιῶν διαφορὰν εἰσάγοντες οὐκ ἰσχύουσι πιστώσασθαι τὸ τινὰς μὲν αὐτῶν ἀληθεῖς ὑπάρχειν, τινὰς δὲ ψευδεῖς· οὔτε γὰρ φαινομένῳ διδάξουσι τὸ τοιοῦτον, ζητεῖται γὰρ τὰ φαινόμενα, οὔτε ἀδήλῳ, διὰ φαινομένου γὰρ ὀφείλει τὸ ἄδηλον ἀποδείκνυσθαι.

    τοιαῦτα δὴ λέγων ὁ Ἐπίκουρος ἄκων εἰς τὴν ὁμοίαν ἐκπέπτωκεν ἀπορίαν. εἰ γὰρ ὁμολογεῖ τῶν φαντασιῶν τὰς μὲν ἀπὸ στερεμνίων γίνεσθαι σωμάτων τὰς δὲ ἀπὸ εἰδώλου, καὶ δίδωσι τὸ μέν τι εἶναι ἐνάργειαν τὸ δὲ δόξαν, ζητῶ πῶς κρίνει τὰς ἀπὸ στερεμνίου σώματος φαντασίας καὶ τὰς ἀπὸ εἰδώλου προσπιπτούσας; οὔτε γὰρ ἐναργείᾳ, ζητεῖται γάρ, οὔτε δόξῃ, ὄι ἐναργείας γὰρ ὀφείλει [*](10 ἐτεῇ Fabr.: ἔτι N: ἔτι ἢ LEς 15 ἐτεῇ Fabr.: ἔτι ἢ LEς: om. N τὰ νοητὰ εἶναι ς 17 προπεπιστῶσθαι Bekk.: προπεπιστεῦθαι G 18 σύστασις L 29 a οἱ τὴν προειρημένην Heintz dubit. 4 ταῦτα N 7 εἰδώλου N: εἰδώλων LEς)

    πεπιστῶσθαι.

    ἄλλως τε καὶ ἄτοπός ἐστιν ἑκτῶν μᾶλλον ζητουμένων τὰ ἦττον ζητούμενα δεικνύναι πειρώμενος. ἡμῶν γὰρ σκεπτομένων περὶ τῆς τῶν φαινομένων πίστεως, αὐτὸς τὴν περὶ τῶν εἰδώλων τερατολογουμένην καὶ μυθώδη δόξαν ἐπεισάγει.

    Καὶ μὴν οὐδὲ τοῖς Στωικοῖς εὐοδεῖ ὁ λόγος· θέλουσι μὲν γὰρ τῶν τε αἰσθητῶν καὶ νοητῶν εἶναι διαφοράν, καθ’ ἣν τὰ μέν ἐστιν ἀληθῆ τὰ δὲ ψευδῆ, οὐκ ἰσχύουσι δὲ τὸ τοιοῦτον συνάγειν. διακένους γὰρ εἷναί τινας φαντασίας ὡμολογήκασιν, ὁποῖαι προσέπιπτον τῷ Ὀρέστῃ ἀπὸ τῶν Ἐρινύων, καὶ ἄλλας παρατυπωτικὰς τἀς ἀπὸ ὑποκειμένων μέν, οὐ κατ’ αὐτὰ δὲ τὰ ὑποκείμενα, ὁποία ἦν ἡ κατὰ μανίαν Ἡρακλεῖ ἀπὸ τῶν ἰδίων παίδων <ὡς> Εὐρυσθέως ὑποπεσοῦσα. ἀπὸ ὑποκειμένων γὰρ ἐγίνετο τῶν παίδων, οὐ κατ’ αὐτὰ δὲ τὰ ὑποκείμενα· οὐ γὰρ ἰδίους ἔβλεπε <τοὺς> παῖδας, ἀλλὰ φησίν (Euripid. Herc. 982)·

  • εἰς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
  • ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.
  • τούτου δὲ οὕτως ἔχοντος ἀδιάκριτοι γίνονται <αἱ> φαντασίαι,

    καὶ οὐκ ἔχουσι λέγειν οἱ ἀπὸ τῆς Στοᾶς, τίνες τε ταῖς ἀληθείαις καταληπτικαί εἰσι καὶ ἀπὸ ὑποκειμένων καὶ κατ’ αὐτὰ τὰ ὑποκείμενα γίγνονται, καὶ τίνες οὔκ εἰσι τοιαῦται, καθάπερ διὰ πλειόνων ἔμπροσθεν ἐδείξαμεν (l 426 sqq.).

    Οἷος δέ ἐστιν ὁ περὶ ταύτης τῆς στάσεως λόγος, τοιοῦτος γένοιτ’ ἂν ἡμῖν καὶ ὁ περὶ τῆς λειπομένης, καθ’ ἣν οἱ μὲν ἐν τῷ σημαινομένῳ, τουτέστιν ἀσωμάτῳ λεκτῷ, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὑποτίθενται, οἱ δ’ ἐν τῇ φωνῇ, οἱ δ’ ἐν τῷ κινήματι τῆς διανοίας.

    αὐτίκα γάρ, ἕνα ἀπὸ τῆς πρώτης ἄρξηταί τις, ἠξίουν οἱ Στωικοὶ (II fr. 187 Arn.) κοινῶς ἐν λεκτῷ τὸ ἀληθὲς εἶναι καὶ τὸ ψεῦδος. λεκτὸν δὲ ὑπάρχειν φασὶ τὸ κατὰ λογικὴν φαντασίαν ὑφιστάμενον, λογικὴν δὲ εἶναι φαντασίαν καθ’ ἣν τὸ φαντασθὲν ἔστι λόγῳ παπεπιστῶσθαι [*](11 Bekk.: πεπιστεῦσθαι G τε Bekk.: δὲ G 20 προσέπιπτον Bekk.: προύπιπτον G 23 ὡς sec. Herveti versionem add. Bekk. 26 τοὺς add. Rüstow 29 αἱ add. Bekk. 8 δόξης vel στάσεως post πρώτης add. Heintz coll. p. 291, 7. 25. 501, 13 10/11 φαντασίαν εἷναι E)

    ραστῆσαι. τῶν δὲ λεκτῶν τὰ μὲν ἐλλιπῆ καλοῦσι, τὰ δὲ αὐτοτελῆ· ὧν τὰ μὲν ἐλλιπῆ παρείσθω νῦν, τῶν δὲ αὐτοτελῶν πλείους <τρόπους> εἶναί φασι·

    καὶ γὰρ προστακτικὰ καλοῦσί τινα, ἅπερ προστάσσοντες λέγομεν, οἷον (Γ 130)

  • δεῦρ’ ἴθι νύμφα φίλη,
  • καὶ ἀποφαντικά, ἅπερ ἀποφαινόμενοί φαμεν, οἷον “ὁ Δίων περιπατεῖ ”, καὶ πύσματα, ἅπερ λέγοντες πυνθανόμεθα, οἷον “ποῦ οἰκεῖ Δίων;”

    ὀνομάζεται δέ τινα παρ’ αὐτοῖς καὶ ἀρατικὰ, ἅπερ λέγοντες ἀρώμεθα (Γ 300)

  • ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι ὧς ὅδε οἶνος,
  • καὶ εὐκτικά, ἅπερ λέγοντες εὐχόμεθα, ὁποῖόν ἐστι Η 202)·
  • Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε,
  • δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
  • προσαγορεύουσι δέ τινα τῶν αὐτοτελῶν καὶ ἀξιώματα,

    ἅπερ λέγοντες ἤτοι ἀληθεύομεν ἢ ψευδόμεθα. ἔστι δέ τινα καὶ πλείονα ἢ ἀξιώματα, οἶον τὸ μὲν τοιοῦτο

  • Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος
  • ἀξίωμά ἐστιν· ἢ γὰρ ἀληθεύομεν λέγοντες αὐτὸ ἢ ψευδόμεθα· τὸ δὲ οὕτως ἔχον (fr. trag. adesp. 286 Nauck2)
  • ὡς Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος
  • πλέον τι ἀξιώματός ἐστι καὶ οὐκ ἀξίωμα.

    πλὴν ἱκανῆς οὔσης ἐν τοῖς λεκτοῖς διαφορᾶς, ἴνα τι, φασίν, ἀληθὲς ᾖ ἢ ψεῦδος, δεῖ αὐτὸ πρὸ παντὸς λεκτὸν εἶναι, εἶτα καὶ αὐτοτελές, καὶ οὐ κοινῶς ὁποιονδήποτε οὖν ἀλλ’ ἀξίωμα· μόνον γὰρ τοῦτο, καθὼς προεῖπον, λέγοντες ἤτοι ἀληνῦν [*](13 νῦν om. N 14 τρόπους add. Kochalsky φασι <διαφοράς>· Bekk. dubit. 17 καὶ—περιπατεῖ ut glossema del. Kayser ἀποφαντικά Gren.: ἀποφατικά G ὁ Gren.: οὐ G 22 ὁποῖόν ἐστι om. ς 26 ἔστι—27 ἀξιώματα post 29/30 ψευδόμεθα transp. ς 26 τινα om. E 27 οἷον—29/30 ψευδόμεθα ut glossema del. Kayser 28 πριαμίδαισιν E: πριαμίδεσιν L: πριαμίδωσιν N: πριαμίδῃσιν ς (cf. p. 303, 1) 30 τὸ δὲ οἶον τὸ ς 2 καὶ οὐκ LEς: ἢ N: an καὶ)

    θεύομεν ἢ ψευδόμεθα.