Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
οὐ τοίνυν ἀληθές ἐστι τὸ γενικώτατον. καὶ μὴν οὐδὲ ψεῦδος διὰ τἀς ὁμοίας ἀπορίας. εἰ γὰρ ψεῦδός ἐστι, πάντα ἔσται τὰ μετέχοντα αὐτοῦ ψευδῆ· πάντα δὲ αὐτοῦ μετέχει τά τε σώματα καὶ τὰ ἀσώματα· πάντα ἄρα γενήσεται ψευδῆ. τῷ δὲ πάντα εἶναι ψευδῆ αἱ ἀνάλογον ἀπορίαι ἀκολουθήσουσιν.
λείπεται οὖν ἀληθὲς ἅμα καὶ ψεῦδος λέγειν αὐτὸ εἶναι, ἢ οὔτε ἀληθὲς οὔτε ψεῦδος. ὃ χεῖρόν ἐστι τῶν πρότερον ὑποδεδειγμένων διὰ τὸ ἀκολουθεῖν τούτῳ τὸ πάντα τὰ ἐπὶ μέρους ἀληθῆ ἅμα καὶ ψευδῆ ἢ οὔτε ἀληθῆ οὔτε ψευδῆ γίνεσθαι· ὅπερ ἐστὶν ἄτοπον. οὐ τοίνυν ἔστι τι ἀληθές.
Καὶ μὴν τὸ ἀληθὲς ἤτοι τῶν κατὰ διαφορὰν καὶ φύσει ἐστὶν ἢ τῶν πρός τι· οὐδὲν δὲ τούτων ἐστίν, ὧς παραστήσομεν· οὐκ ἄρα ἔστι τἀληθές. κατὰ διαφορὰν μὲν οὖν καὶ φύσει οὐκ ἔστι τἀληθές, παρόσον τὸ κατὰ διαφορὰν καὶ φύσει ὑποκείμενον ὡσαύτως τοὺς ὁμοίως διακειμένους κινεῖ, οἶον τὸ θερμὸν οὐ πρὸς ἄλλον μέν ἐστι θερμὸν πρὸς ἄλλον δὲ ψυχρόν, ἀλλὰ πρὸς πάντας τούς ὡσαύτως διακειμένους θερμόν.
τὸ δὲ ἀληθὲς οὐχ ὁμοίως πάντας κινεῖ, ἀλλὰ ταὐτὸν ὧς μὲν πρὸς τόνδε ἀληθὲς εἶναι φαίνεται, ὧς δὲ πρὸς ἕτερον ψεῦδος. οὐκ ἄρα τῶν κατὰ διαφορὰν καὶ φύσει ὑποκειμένων ἐστὶ τὸ ἀληθές. εἰ δὲ τῶν πρός τι ἔστιν, ἐπεὶ τὰ πρός τι νοεῖται μόνον, οὐχὶ δὲ καὶ ὑπάρχει, πάντως καὶ τἀληθὲς ἐπινοητὸν ἔσται μόνον, οὐχ ὑπάρξει δέ.
καὶ ἄλλως, εἰ τῶν πρός τι ἔστι τὸ ἀληθές, ἔσται τὸ αὐτὸ ἀληθὲς ἅμα καὶ ψεῦδος· ὡς γὰρ τὸ αὐτὸ δεξιόν τε καὶ ἀριστερόν ἐστι, πρὸς τῷδε μὲν δεξιὸν πρὸς τῷδε δὲ ἀριστερόν, καὶ ὃν τρόπον τὸ αὐτὸ ἄνω καὶ κάτω λέγεται, ἄνω μὲν ὧς πρὸς τὸ ὑποκείμενον, κάτω δὲ ὧς πρὸς τὸ ὑπερκείμενον, οὕτω ταὐτὸ ἀληθὲς ἅμα καὶ ψεῦδος ἐροῦμεν. καὶ εἰ τοῦτο, οὐ μᾶλλον ἀληθὲς γενήσεται ἢ ψεῦδος, οὐ μὴν ἀληθές.
Δυνάμει δὲ καὶ ὁ Αἰνησίδημος τὰς ὁμοιοτρόπους κατὰ [*](13 ἐστι ψεῦδος N 25 ἔστι τἀληθές Bekk.: ἔστιν ἀληθές G 1 τἀληθές ς)
τὸν τόπον ἀπορίας τίθησιν. εἰ γὰρ ἔστι τι ἀληθές, ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν ἐστιν, ἢ καὶ νοητόν ἐστι καὶ αἰσθητόν ἐστιν. [ἢ] οὔτε δὲ αἰσθητόν ἐστιν οὔτε νοητόν ἐστιν, οὔτε τὸ συναμφότερον, ὧς παρασταθήσεται· οὐκ ἄρα ἔστι τι ἀληθές.ὅτι μὲν οὖν οὐκ ἔστιν αἰσθητόν, οὕτως ἐπιλογιούμεθα. τῶν αἰσθητῶν τὰ μέν ἐστι γένη τὰ δὲ εἴδη, καὶ γένη μὲν αἱ ἐνδιήκουσαι ἐν τοῖς κατὰ μέρος κοινότητες, ὡς ἄνθρωπος ὁ διὰ τῶν κατὰ μέρος ἀνθρώπων πεφοιτηκὼς καὶ ἵππος ὁ διὰ τῶν κατὰ μέρος ἵππων, εἴδη δὲ αἱ καθ’ ἕκαστον ἰδιότητες, ὧς Δίωνος, Θέωνος, τῶν ἄλλων.
εἴπερ οὖν αἰσθητόν ἐστι τὸ ἀληθές, καὶ τοῦτο πάντως κοινὸν πλειόνων <ἢ ἐν> ἰδιότητι κείμενον ἔσται αἰσθητὸν [τὸ ἀληθές]· οὔτε δὲ κοινόν ἐστιν οὔτε ἐν ἰδιότητι κείμενον· οὐκ ἄρα αἰσθητόν ἐστι τὸ ἀληθές.
ἔτι ὃν τρόπον τὸ μὲν ὁρατὸν ὁράσει ληπτόν ἐστι, τὸ δὲ ἀκουστὸν ἀκοῇ γνώριμόν ἐστι, τὸ δὲ ὀσφρητὸν ὀσφρήσει, οὕτω καὶ τὸ αἰσθητὸν κοινῶς αἰσθήσει γνωρίζεται. οὐ γνωρίζεται δὲ κοινῶς αἰσθήσει <τὸ ἀληθές>· ἡ γὰρ αἴσθησις ἄλογός ἐστιν, καὶ τὸ ἀληθὲς οὐκ ἀλόγως γνωρίζεται. οὐκ ἄρα αἰσθητὸν τὸ ἀληθές.
καὶ μὴν οὐδὲ νοητόν ἐστιν, ἐπεὶ οὐδὲν ἔσται τῶν αἰσθητῶν ἀληθές· ὃ πάλιν ἄτοπον. ἤτοι γὰρ πᾶσι κοινῶς ἔσται νοητὸν ἢ τισὶν ἰδίως. οὔτε δὲ πᾶσι κοινῶς οἷόν τε εἶναι νοητὸν τὸ ἀληθὲς οὔτε τισὶν ἰδίως·
τό τε γὰρ κοινῶς πᾶσι νοεῖσθαι ἀδύνατον, τό τε ἰδίως τινὶ ἢ τισὶν ἄπιστον καὶ μάχιμον. οὐδὲ νοητὸν ἄρα ἐστὶ τὸ ἀληθές. ἀλλὰ μὴν οὐδὲ αἰσθητὸν ἅμα καὶ νοητόν. ἤτοι γὰρ πᾶν αἰσθητὸν καὶ πᾶν νοητὸν ἀληθές ἐστιν ἢ τὶ αἰσθητὸν καὶ τὶ νοητόν.
ἀλλὰ τὸ μὲν φάσκειν πᾶν αἰσθητὸν καὶ πᾶν νοητὸν ἀληθὲς εἶναι τῶν ἀμηχάνων· μάχε- [*](15 ἢ del. Kochalsky δὲ N: om. LEς ἐστιν tert. del. Bekk. 17 τι LEς: τὸ N 23 καὶ τοῦτο secl. Kayser 24 <ἥτοι> κοινὸν <ὂν> Bekk. dubit.: <ἢ> κοινὸν πᾶσιν ὄν <ἢ Kajser: <ἤτοι> κοινὸν Kochalsky ἢ ἐν add. Gen. 25 αἰσθητὸν τὸ ἀληθές del. Kochalsky τὸ ἀληθές del. Bekk. v. ad v. 30 κοινὸν <πᾶσιν> Kayser 28 ἀκουστικὸν N 30 τὸ ἀληθές ex versu 25 transp. Heintz 2 ὃ—ἄτοπον del. et post ἀληθές p. 294, 17 poni iubet Kayser 6 μαχόμενον Kayser)
ται γὰρ τὰ αἰσθητὰ τοῖς αἰσθητοῖς καὶ τὰ νοητὰ τοῖς νοητοῖς καὶ ἐναλλάξ τὰ αἰσθητὰ τοῖς νοητοῖς, καὶ δεήσει πάντων ἀληθῶν ὄντων τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, ἀληθές τε ὑπάρχειν καὶ ψεῦδος. τὶ δὲ αἰσθητὸν ἀληθὲς καὶ τὶ νοητὸν ἀληθὲς ἀξιοῦν πάλιν τῶν ἀπόρων·ζητεῖται γὰρ τοῦτο. καὶ ἄλλως ἀκόλουθόν ἐστιν ἢ πάντα λέγειν ἀληθῆ ἢ πάντα λέγειν ψευδῆ τὰ αἰσθητά· ἐπ’ ἴσης γάρ ἐστιν αἰσθητά, καὶ οὐ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον, καὶ τὰ νοητὰ πάλιν ἐπ’ ἴσης ἐστὶ νοητά, καὶ οὐ τὸ μὲν μᾶλλον τὸ δὲ ἔλαττον. οὐ πάντα δὲ τὰ αἰσθητὰ λέγεται ἀληθῆ, οὐδὲ πάντα ψευδῆ· οὐκ ἄρα ἔστι τι ἀληθές.
Ναί, ἀλλ’ οὐ καθὸ φαίνεται ἡ ἀλήθεια, κατ’ ἄλλην δὲ αἰτίαν λαμβάνεται. τίς οὖν ἐστὶν αὕτη ἡ αἰτία; θέτωσαν εἰς τὸ μέσον οἱ δογματικοί, ἴνα ἢ εἰς συγκατάθεσιν ἡμᾶς ἐπισπάσηται ἢ εἰς φυγὴν ἀποτρέψηται.
εἶτα ταύτην αὐτὴν τὴν αἰτίαν πῶς λαμβάνουσιν; ὡς φαινομένην αὐτοῖς ἢ ὧς μὴ φαινομένην; εἰ μὲν ὧς φαινομένην, ψεύδονται λέγοντες τὴν ἀλήθειαν μὴ ὑπάρχειν καθὸ φαίνεται· εἰ δ’ ὧς μὴ φαινομένην, πῶς τὸ μὴ φαινόμενον αὐτοῖς εἰλήφασιν;
ἐξ αὐτοῦ ἢ δι’ ἄλλου; καὶ ἐξ αὐτοῦ μὲν ἀδύνατον· οὐδὲν γὰρ μὴ φαινόμενον ἐξ αὐτοῦ ληπτόν ἐστιν· εἰ δὲ δι’ ἄλλου, ἐκεῖνο πάλιν πότερον φαινόμενόν ἐστιν ἢ μὴ φαινόμενον; καὶ οὕτως εἰς ἄπειρον οἰχομένης τῆς ζητήσεως ἀνεύρετον γίνεται τὸ ἀληθές.
Τί οὖν; τὸ πεῖθον ἡμᾶς, τὸ πιθανὸν ῥητέον ἀληθές, ὁποίαν ποτὲ ἂν ἔχῃ οὐσίαν, εἴτε αἰσθητὴν εἴτε νοητὴν εἴτε τὸ συναμφότερον, αἰσθητὴν ἅμα καὶ νοητήν;
ἀλλὰ καὶ τοῦτο τῶν ἀπόρων. εἰ γὰρ τὸ πιθανὸν ἀληθές ἐστιν, ἐπεὶ οὐ τὸ αὐτὸ πάντας πείθει οὐδὲ διά παντὸς τοὺς αὐτούς, δώσομεν τὸ αὐτὸ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν καὶ [*](12 τὰ αἰσθητὰ <τοῖς αἰσθητοῖς καὶ τὰ νοητὰ> τοῖς τοῖς L, unde edd. perperam τὰ αἰσθητὰ τοῖς νοητοῖς <καὶ τὰ νοητὰ τοῖς αἰσθητοῖς>; at cf. p, 4, 24 16 <τί> τοῦτο 17 ψευδῆ λέγειν N 24/25 ἐλθέτωσαν E 30/31 εἰλήφασιν Bekker: εἷναί φασιν G 6 ἔχοι ς et N (qui οι οὖσι | in ras.) 9 πάντας LE: πάντα N: πάντως VBR: παντὸς A)
τὸ αὐτὸ ἀληθὲς ἅμα εἶναι καὶ ψεῦδος· ᾗ μὲν γὰρ πείθει τινάς, ἀληθὲς ἔσται καὶ ὑπάρχον, ᾗ δὲ ἑτέρους οὐ πείθει, ψεῦδος καὶ ἀνύπαρκτον. ἀδύνατον δέ γε τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι, ἀληθές τε ὑπάρχειν καὶ ψεῦδος·τοίνυν οὐδὲ τὸ πιθανόν ἐστιν ἀληθές. ἐκτὸς εἰ μή τι τὸ πολλοὺς πεῖθον, τοῦτ’ ἐροῦμεν ἀληθές· τὸ γοῦν μέλι πολλούς μὲν πεῖθον ὑγιαίνοντας ὧς γλυκύ 5 καὶ ἕνα μὴ πεῖθον ἰκτερικόν, ἀληθῶς λέγομεν γλυκύ. ὅπερ ἦν ληρῶδες. ὅταν γὰρ περὶ ἀληθείας σκεπτώμεθα, τότε οὐκ εἰς τὸ πλῆθος τῶν συμφωνούντων δεῖ ἀποβλέπειν ἀλλ’ εἰς τἀς διαθέσεις. μιᾷ δὲ διαθέσει κέχρηται ὁ νοσῶν καὶ μιᾷ κατασκευῇ πάντες οἱ ὑγιαίνοντες.
οὐ μᾶλλον οὖν τῇδε τῇ διαθέσει ἢ τῇδε πιστευτέον ἐστίν, ἐπεὶ ἀναστρόφως ὑποτεθέντος τοῦ πολλοὺς πικράζεσθαι ὑπὸ τοῦ μέλιτος οἷον πυρέσσοντας, ἕνα δὲ γλυκάζεσθαι τὸν ὑγιαίνοντα, πάντως ἀκολουθήσει πικρὸν λέγειν τὸ μέλι· ὅπερ ἄτοπον. τοίνυν ὧς ἐνθάδε παρέντες τὴν κατὰ τὸ πλῆθος μαρτυρίαν οὐδὲν ἧσσον γλυκύ φαμεν τὸ μέλι, οὕτω καὶ ὅταν πολλοὶ γλυκάζωνται, εἶς δὲ πικράζηται, παρέντες τὸ διὰ τὸ πλῆθος τῶν οὕτω πασχόντων γλυκὺ καλεῖν τὸ μέλι, ἄλλως τἀληθὲς ἐξετάζωμεν.