Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

εἰ πρὸς τὸ διαγνῶναι τὰς καταληπτικὰς καὶ ἀκαταλήπτους φαντασίας κριτήριον παραλαμβάνομεν τὴν καταληπτικὴν φαντασίαν, δεήσει καὶ τὸ ὅτι ἡ κρίνουσα αὐτάς τῷ ὄντι καταληπτική ἐστι φαντασία δοκιμάζεσθαι διὰ καταληπτικῆς φαντασίας, κἀκείνην πάλιν δι’ ἄλλης, καὶ τοῦτο μέχρις ἀπείρου.

Ἀλλ’ ἴσως τις ἐρεῖ τὴν καταληπτικὴν φαντασίαν καὶ τοῦ φανταστοῦ, ὅτι κατὰ ἀλήθειαν ὑπόκειται, καὶ ἑαυτῆς, ὅτι καταληπτική ἐστι, κριτήριον ὑπάρχειν. ὅπερ οὐ διενήνοχε τοῦ φάναι κατὰ ἀναστροφὴν καὶ τὸ φανταστὸν ἑαυτοῦ καὶ τῆς φαντασίας εἶναι δοκίμιο.ν. ὧς γὰρ τῶν ἐν διαφωνίᾳ καθεστώτων ζητεῖται τίνι κρινοῦμεν τὸ ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον, οὕτω καὶ τῶν φαντασιῶν ἀσυμφώνων οὐσῶν σκεπτόμεθα τὸ τίνι κρινοῦμεν τήν τε καταληπτικὴν καὶ τὴν μὴ τοιαύτην.

διόπερ ὁμοίων ὄντων [*](16 προειληφέναι Bekk.: προσειλ. G 19 ἐπεὶ NE: ἐπὶ Lς 21 <καὶ> χρῄζομεν N 22 καὶ τίνα—23 ὑπάρχοντα N: οm. 24 διδάξοντος Kayser 26 οὖν Νς: δ’ ἦν E: ἦν L 28 τὴν add. Kayser 32 δὲ V: om. cett. 2/3 inter τὸ et ὅτι spat. 3 litt. vacuum reliquit N 8/9 διενήνοχε N: διήνεγκε LEς 10 δόκιμον L 12 τὸ alt. om. ς οὕτω καὶ N: οὕτω LEς)

τῶν πραγμάτων, εἰ ἑαυτῆς κριτήριον εἶναι δύναται ἡ φαντασία καίπερ ἀσύμφωνος οὖσα, ἔσται καὶ τὸ φανταστὸν ἐξ αὑτοῦ πιστόν, κἂν ὅτι μάλιστα διαφωνῆται· ὅπερ ἄτοπον.

ἢ εἴπερ τοῦτο, παρόσον ἐστὶ διάφωνον, δεῖται τοῦ κρινοῦντος αὐτό, δεήσεται καὶ ἡ φαντασία τοῦ δοκιμάσοντος αὐτὴν καὶ παραστήσοντος εἰ τῷ ὄντι καταληπτική ἐστιν.

Ἄλλως τε, εἰ πᾶσα φαύλου κατ’ αὐτοὺς ὑπόληψις ἄγνοιά ἐστι καὶ μόνος ὁ σοφὸς ἀληθεύει καὶ ἐπιστήμην ἔχει τἀληθοῦς βεβαίαν, ἀκολουθεῖ μέχρι δεῦρο ἀνευρέτου καθεστῶτος τοῦ σοφοῦ κατ’ ἀνάγκην καὶ τἀληθὲς ἀνεύρετον εἶναι, εἶναι, διὰ δὲ τοῦτο καὶ πάντα ἀκατάληπτα τυγχάνειν, ἐπείπερ φαῦλοι πάντες ὄντες οὐκ ἔχομεν βεβαίαν τῶν ὄντων κατάληψιν.

τούτου δὲ οὕτως ἔχοντος ἀπολείπεται τὰ ὑπὸ τῶν Στωικῶν πρὸς τοὺς ἀπὸ τῆς σκέψεως λεγόμενα παρὰ μέρος καὶ ὑπὸ τῶν σκεπτικῶν πρὸς ἐκείνους λέγεσθαι. ἐπεὶ γὰρ τοῖς φαύλοις κατ’ αὐτοὺς ἐγκαταριθμοῦνται Ζήνων τε καὶ Κλεάνθης καὶ Χρύσιππος καὶ οἱ λοιποὶ τῶν ἀπὸ τῆς αἱρέσεως, πᾶς δὲ φαῦλος ἀγνοίᾳ κρατεῖται, πάντως ἠγνόει Ζήνων, πότερον ἐν κόσμῳ περιέχεται ἢ αὐτὸς τὸν κόσμον περιέσχηκεν, καὶ πότερον ἀνήρ ἐστιν ἢ γυνή, καὶ οὐκ ἠπίστατο Κλεάνθης, εἴτε ἄνθρωπός ἐστιν εἴτε τι θηρίον Τυφῶνος πολυπλοκώτερον.

καὶ μὴν ἢ ἐγίνωσκε τὸ δόγμα τοῦτο Χρύσιππος Στωικὸν ὄν (φημὶ δὲ τὸ ‘‘πάντα ἀγνοεῖ ὁ φαῦλος”), ἢ οὐδὲ αὐτὸ τοῦτο ἠπίστατο. καὶ εἰ μὲν ἠπίστατο, ψεῦδος τὸ πάντα ἀγνοεῖν τὸν φαῦλον· αὐτὸ γὰρ τοῦτο φαῦλος ὢν ἐγίνωσκεν ὁ Χρύσιππος, τὸ πάντα ἀγνοεῖν τὸν φαῦλον. εἰ δ’ οὐδ’ αὐτὸ τοῦτο ᾔδει τὸ ὅτι πάντα ἀγνοεῖ, πῶς περὶ πολλῶν δογματίζει, τιθεὶς τὸ ἔνα εἶναι κόσμον καὶ προνοίᾳ τοῦτον διοικεῖσθαι καὶ διόλου τρεπτὴν εἷναι τὴν οὐσίαν καὶ ἄλλα παμπληθῆ;