Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
εἶτα ἴστω τὴν μὲν μᾶλλον εἶναι ἀκατάληπτον τὴν δὲ ἧσσον. τί τοῦτο αὐτοῖς βοηθεῖν δύναται; ἀκολουθήσει γὰρ τῇ μὲν μᾶλλον [*](ad V. 14 adnotatio exstat in N, quae hodie iam non legitur 15 ἡ LEς: τῆς N (quod tuetur Kochalsky) 16. 19. 25 ἐν N: om. LEς (καὶ ἓν olim restituerat Fabr.) 16 ἐσχάτης? τῆς add. Bekk.: ἡ add. Kochalsky 23 <πάσῃ> ἀκαταλήπτῳ Heintz coll. p. 283,4 25 διέφερε καὶ G: διέφερεν αὕτη ἢ Fabr. in versione 26 ἐκεχώριστο ἡ “τὰ πεντήκοντα καὶ ἐν ὀλίγα ἐστίν”) τῆς Bekk. καταληπτικῆς <ἣ “τὰ πεντήκοντα ἐν ὀλίγα ἐστίν” ἀκατάληπτος>, Kochalsky 10 οὔτε Bekk. dubit. (qui 9/10 aut οὐδὲ — οὐδὲ aut οὔτε — οὔτε legi iussit): οὐδὲ G)
ἀκαταλήπτῳ μὴ συγκατατίθεσθαι τὸν σοφόν, τῇ δὲ ἧσσον συγκατατίθεσθαι, ὅπερ ἐστὶν ἄτοπον· ἀπλανὲς γὰρ εἶχε κριτήριον κατ’ αὐτοὺς ὁ σοφός, καὶ κατὰ πάντα ἐθεοποιεῖτο διὰ τὸ μὴ δοξάζειν, τουτέστι ψεύδει συγκατατίθεσθαι, ἐν ᾧ ἔκειτο ἡ ἄκρα κακοδαιμονία καὶ ἡ τῶν φαύλων διάπτωσις.Ἵνα γε μὴν αἰσθητικὴ γένηται φαντασία κατ’ αὐτούς, οἶον ὁρατική, δεῖ πέντε συνδραμεῖν, τό τε αἰσθητήριον καὶ τὸ αἰσθητὸν καὶ τὸν τόπον καὶ τὸ φῶς καὶ τὴν διάνοιαν, ὧς ἐὰν τῶν ἄλλων παρόντων ‘ὲν μόνον ἀπῇ, καθάπερ διάνοια παρὰ φύσιν ἔχουσα, οὐ σωθήσεται, φασίν, ἡ ἀντίληψις. ἔνθεν καὶ τὴν καταληπτικὴν φαντασίαν ἔλεγόν τινες μὴ κοινῶς εἶναι κριτήριον, ἀλλ’ ὅταν μηδὲν ἔχῃ κατὰ τὸν τόπον ἔνστημα.
τοῦτο μέντοι τῶν ἀδυνάτων ἐστίν· καὶ γὰρ παρὰ τἀς διαφορὰς τῶν τόπων καὶ παρὰ τὰς τοῦ ἐκτὸς περιστάσεις καὶ παρ’ ἄλλους πλείονας τρόπους οὔτε τὰ αὐτὰ οὔτε ὡσαύτως ἰνδάλλεται ἡμῖν τὰ πράγματα, καθάπερ ἀνώτερον ἐπελογισάμεθα (§ 249), ὥστε ὅτι μὲν φαίνεται πρὸς τῇδε τῇ αἰσθήσει καὶ τῇδε τῇ περιστάσει δύνασθαι λέγειν, τὸ δ’ εἰ ταῖς ἀληθείαις τοιοῦτόν ἐστιν οἶον καὶ φαίνεται, ἢ ἀλλοῖον μέν ἐστιν, ἀλλοῖον δὲ φαίνεται, μὴ ἔχειν ἡμᾶς διαυθεντεῖν, διὰ δὲ τοῦτο μηδεμίαν εἶναι φαντασίαν χωρὶς ἐνστήματος.
Πῶς δ’ οὐχὶ καὶ εἰς τὸν δι’ ἀλλήλων ἐμπίπτουσι τρόπον; ζητούντων γάρ ἡμῶν τίς ἐστιν ἡ καταληπτικὴ φαντασία, ὁριζόμενοί φασιν (Stoic. fr. 159 Arn.) “ἡ ἀπὸ ὑπάρχοντος καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναπεσφραγισμένη, ὁποία οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος”. εἶτα πάλιν, ἐπεὶ πᾶν τὸ ὁρικῶς ἐκ γινωσκομένων διδάσκεται, προσανακρινόντων ἡμῶν τί ποτ’ ἐστι καὶ τὸ ὑπάρχον, ἀναστρέψαντές φασιν ὅτι “ὑπάρχον ἐστὶν ὃ κινεῖ καταληπτικὴν φαντασίαν”. ὥστε ἴνα μὲν μάθωμεν [*](23 φῶς Heintz: πῶς G 25 συνθήσεται N 27 εἷναι om. ς 27/28 τόπον scr.: τρόπον G 29 τόπων N: πόρων LEς τοῦ del. Heintz coll. p. 243, 17 30 et 31 οὔτε Bekk.: οὐδὲ G 1 ὅτι N: εἰ LEς φαίνεταί <τι> Kochalsky 10 καὶ κατ’ αὐτὸ coll. p. 244, 29. 278, 19/20: καὶ αὐτὸ N: κατ’ αὐτὸ LEς)
τὴν καταληπτικὴν φαντασίαν, προειληφέναι ὀφείλομεν τὸ ὑπάρχον, ἴνα δὲ τοῦτο, ἐπὶ τὴν καταληπτικὴν βαδίζειν φαντασίαν· καὶ οὕτω μηδέτερον γίνεσθαι σαφές, περιμένον τὴν ἐκ τοῦ ἑτέρου πίστιν.ὥσπερ τε ἐπεὶ τῶν φανταστῶν τὰ μὲν φαίνεται καὶ ὑπάρχει, τὰ δὲ φαίνεται μέν, οὐχὶ δέ γε καὶ ὑπάρχει, χρῄζομέν τινος κριτηρίου τοῦ παραστήσοντος τίνα ἐστὶ τὰ φαινόμενα ἅμα καὶ ὑπάρχοντα καὶ τίνα τὰ φαινόμενα καὶ μὴ ὑπάρχοντα, οὕτως ἐπεὶ καὶ τῶν φαντασιῶν αἱ μέν εἰσι καταληπτικαὶ αἱ δὲ οὔ, δεόμεθα κριτηρίου τοῦ διατάξοντος τίνες εἰσὶ τοιαῦται καὶ τίνες ἀκατάληπτοί τε καὶ ψευδεῖς.
τοῦτο οὖν τὸ κριτήριον ἤτοι καταληπτικὴ γενήσεται φαντασία ἢ οὐ καταληπτικὴ. καὶ εἰ μὲν οὐ καταληπτική, ἀκολουθήσει καὶ πάντων ἁπαξαπλῶς <τὴν> μὴ καταληπτικὴν φαντασίαν εἶναι, ἧς ἔργον ἐστὶ τὸ καὶ τὴν καταληπτικὴν ἐξετάζειν, ὅπερ οὐ θελήσουσιν· εἰ δὲ καταληπτική, πρῶτον μὲν εὔηθες αὐτὴν γὰρ ταύτην ἐζητοῦμεν κρίνειν πότε ἐστὶ καταληπτική), δεύτερον <δέ>,