Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
Ἀλλʼ ὁ μὲν πρὸς τὰ ἐγκεχειρημένα λόγος ἐστὶ τοιοῦτος· προηγουμένως δέ λέγεται [καὶ] κατὰ μουσικῆς ὡς εἴπερ ἐστὶ χρειώδης, ἤτοι κατὰ τοῦτο λέγεται χρειοῦν παρόσον 〈ὁ〉 μουσικευσάμενος πλεῖον παρὰ τοὺς ἰδιώτας τέρπεται πρὸς μουσικῶν ἀκροαμάτων, ἢ παρόσον οὐκ ἔστιν ἀγα- θούς γενέσθαι μὴ προπαιδευθέντας ὑπʼ αὐτῶν,
ἢ τῷ τὰ αὐτὰ στοιχεῖα τυγχάνειν τῆς μουσικῆς καὶ 〈τῆς〉 τῶν κατὰ φιλοσοφίαν πραγμάτων εἰδήσεως, ὁποῖόν τι καὶ περὶ γραμ- ματικῆς ἀνώτερον (M I 300?) ἐλέγομεν· ἢ τῷ κατὰ ἁρμο- νίαν διοικεῖσθαι τὸν κόσμον, καθὼς φάσκουσι Πυθαγο- ρικῶν παῖδες, δέεσθαί τε ἡμᾶς τῶν μουσικῶν θεωρημά- των πρὸς τὴν τῶν ὅλων εἴδησιν, ἢ τῷ τὰ ποιὰ μέλη ἠθοποιεῖν τὴν ψυχήν.
οὔτε δὲ τῷ τοὺς μουσικοὺς πλέον τέρπεσθαι παρὰ τοὺς ἰδιώτας ἀπὸ τῶν ἀκροαμάτων λέ- γοιτ᾿ ἂν χρειοῦν ἡ μουσική. πρῶτον μέν γὰρ οὐκ ἀναγ- καία ἰδιώταις ἡ τέρψις καθάπερ αἱ ἐπὶ λιμῷ ἢ δέψει ἢ κρύει γινόμεναι ὑπὸ πόματος ἢ ἀλέας·
εἶτα κἂν τῶν [*](§ 27 cf. Plut. mor. 1095 c || 30 κατὰ ἁρμονίαν cf. PIut. de mus. 1147) [*](3 λέγομεν G; corr. Bekk. sec. Herv. | ἀσύμφωνον Ϛ || 5 ἀργόν Nauck || 14 ἐγκεχειρισμένα E || 15 [ ] Bekk. || 16 ἤτοι ci. Bekk.: καὶ G: om. Herv. || 17 〈 〉 Bekk. || 16 ἀγαθὸς Ϛ || 20 〈 〉 dub. Bekk. probat Harder || 29 αἱ Bekk.: καὶ G || 30 γινόμενον E ὑπὸ 〈βρώματος ἢ〉 πόματος Bury sec. Herv. )
καὶ διὰ τοῦτο μή ποτε, ὃν τρόπον χωρὶς ἀψαρτυτικῆς καὶ οἰνογευστικῆς ἡδόμεθα ὄψου ἢ οἴνου γευσάμενοι, ὧδε καὶ χωρὶς μουσικῆς ἡσθείημεν ἂν τερπνοῦ μέλους ἀκούσαντες, τοῦ μὲν ὅτι τεχνικῶς γίνεται 〈τοῦ τεχνίτου〉 μᾶλλον παρὰ τὸν ἰδιώτην ἀντιλαμβανομέ- νου, τοῦ δέ ἡστικοῦ πάθους μηδὲν πλείω κερδαίνοντος.
ὥστε οὐχ αἱρετὸν μουσικὴ παρόσον τοὺς εἰδήμονας αὐτῆς ἐπὶ πλεῖον τέρπεσθαι συμβέβηκεν. καὶ μὴν οὐδὲ τῷ προ- οδοποιεῖν τὴν ψυχὴν εἰς σοφίαν· ἀνάπαλιν γὰρ ἀντικόπτει καὶ ἀντιβαίνει πρὸς τὸ τῆς ἀρετῆς ἐφίεσθαι, εὐαγώγους εἰς ἀκολασίαν καὶ λαγνείαν παρασκευάζουσα τοὺς νέους,
ἐπείπερ ὁ μουσικευσάμενος (Eurip. fr. 187 Nauck)
κατὰ ταὐτὰ δὲ οὐδὲ 〈ἐκ τοῦ〉 ἀπὸ τῶν αὐτῶν στοιχείων ὁρμᾶσθαι ταύτην τε καὶ φιλοσοφίαν εἰσακτέον τὸ κατʼ αὐτὴν χρειῶδες, ὡς αὐτόθεν ἐστὶ συμφανές. λείπεται ἄρα τῷ καθʼ ἁρμονίαν τὸν κόσμον διοικεῖσθαι ἢ τῷ ἠθο- ποιοῖς μέλεσι κεχρῆσθαι χρειώδη πρὸς εὐδαιμονίαν λέ- γειν αὐτὴν τυγχάνειν. ὧν τὸ μέν τελευταῖον ἤδη (§ 28) [*](§ 33 cf. Philod. de mus. p.63, 33 K. || 34 ἀκολασίαν cf. Philod. de mus. p. 78, 28 K. || 36 λείπεται cf. Philod. de mus. p. 100 col. 30 K.) [*](4 εἴ γε δελφ. dub. Bekk. Bury || 8 ἡδόμεθα edd.: ἢ δεόμεθα G || 11 〈 〉 Heintz | ἀντιλαμβανόμενοι G: corr. Heintz || 12 τοῦ δὲ πλεῖον ἡστικοῦ πάθους μηδέν κερδαίνοντος Bury | κερδαίνοντες G: corr. Heintz || 21 δʼ Bekk. || 23 κατ᾿ αὐτὰ ELVr | 〈 〉 dub. Bekk. || 26 τῷ ante καθʼ edd.: τὸ G || 27 χρειώδης Ϛ || 27.28 αὐτὴν λέγειν ELVr)
τὸ δὲ κατὰ ἁρμο- νίαν διοικεῖσθαι τὸν κόσμον ποικίλως δείκνυται ψεῦδος, εἶτα καὶ ἂν ἀληθὲς ὑπάρχῃ, οὐδὲν τοιοῦτο δύναται πρὸς μακαριότητα, καθάπερ οὐδὲ ἡ ἐν τοῖς ὀργάνοις ἁρμονία.
Ἀλλὰ τὸ μέν πρῶτον εἶδος τῆς πρὸς τοὺς μουσικοὺς ἀντιρρήσεως τοιουτότροπόν ἐστιν,
τὸ δὲ δεύτερον καὶ τῶν |τῆς μουσικῆς ἀρχῶν καθαπτόμενον πραγματικωτέρας μᾶλλον ἔχεται ζητήσεως. οἷον ἐπεὶ ἡ μουσικὴ ἐπιστήμη τίς ἐστιν ἐμμελῶν τε καὶ ἐκμελῶν ἐνρύθμων τε καὶ ἐκ- ρύθμων, πάντως ἐὰν δείξωμεν ὅτι οὔτε τὰ μέλη ὑποστατά ἐστιν οὔτε οἱ ῥυθμοὶ τῶν ὑπαρκτῶν πραγμάτων τυγχά- νουσιν, ἐσόμεθα παρεστακότες καὶ τὴν μουσικὴν ἀνυπό- στατον. λέγωμεν δέ πρῶτον περὶ μελῶν καὶ τῆς τούτων ὑποστάσεως, μικρὸν ἄνωθεν κσταρξάμενοι.
Ὅρος φωνῆςΦωνὴ τοίνυν ἐστίν, ὡς ἄν τις ἀναμφισβητήτως ἀπο- δοίη, τὸ ἴδιον αἰσθητὸν ἀκοῆς καθάπερ γὰρ μόνης ὁρά- σεως ἔργον ἐστὶ τὸ χρωμάτων ἀντιλαμβάνεσθαι καὶ μό- νης ὀσφρήσεως τὸ εὐωδῶν καὶ δυσωδῶν ἀντιποιεῖσθαι καὶ ἤδη γεύσεως τὸ γλυκέων ἢ πικρῶν αἰσθάνεσθαι, οὕτω γένοιτʼ ἂν ἴδιον αἰσθητὸν ἀκοῆς ἡ φωνή.
τῆς δὲ φωνῆς ἡ μέν τίς ἐστιν ὀξεῖα ἡ δὲ βαρεῖα, μεταφορικώ- τερον ἀπὸ τῶν περὶ τὴν ἁφὴν αἰσθητῶν ἑκατέρου τούτων λαμβάνοντος τὴν προσηγορίαν καθάπερ γὰρ τὸ κεντοῦν καὶ τέμνον τὴν ἁφὴν ὀξὺ προσηγόρευσεν ὁ βίος καὶ τὸ θλάσιν ἐμποιοῦν καὶ πιέζον βαρύ, τὸν αὐτὸν τρόπον καὶ τῆς φωνῆς τὴν μέν οἱονεὶ τέμνουσαν τὴν ἀκοὴν ὀξεῖαν, τὴν δὲ ὥσπερ θλῶσαν βαρεῖαν.
καὶ οὐ ξένον 〈εἰ〉 ὥσπερ φαιάν τινα καὶ μέλαιναν καὶ λευκὴν φωνὴν ἀπὸ τῶν πρὸς τὴν ὅρασιν αἰσθητῶν κεκλήκαμεν, ὧδε καὶ ἀπὸ τῶν πρὸς [*](§ 41 cf. Pollux onomast. II 117) [*](12 παρεστηκότες LVrA || 16 γὰρ om. VC || 18 τῶν pro τὸ VC || 19 καὶ ἤδη — αἰσθάνεσθαι om. VC || 21 δέ ἀπὸ E || 25 θλάσιον VC || 27 〈 〉 edd. )
‘φθόγγος ἐστὶν ἐμμελοῦς φωνῆς πτῶσις ὑπὸ μίαν τάσιν.’ τῶν δέ φθόγγων οἱ μέν εἰσιν ὁμόφωνοι οἱ δέ οὐχ ὁμό- φωνοι, καὶ ὁμόφωνοι μέν οἱ μὴ διαφέροντες ἀλλήλων κατ᾿ ὀξύτητα καὶ βαρύτητα, οὐχ ὁμόφωνοι δέ οἱ μὴ οὕτως ἔχοντες.
|τῶν δέ ὁμοφώνων, ὡς καὶ τῶν οὐχ ὁμοφώνων, τινές μέν ὀξεῖς τινές δέ βαρεῖς καλοῦνται, καὶ πάλιν τῶν οὐχ ὁμοφώνων οἱ μὲν διάφωνοι προσαγορεύονται οἱ δὲ σύμφωνοι, καὶ διάφωνοι μέν οἱ ἀνωμάλως καὶ διεσπασμέ- νως τὴν ἀκοὴν κινοῦντες, σύμφωνοι δέ οἱ ὁμαλώτερον καὶ ἀμερίστως.
σαφέστερον δέ μᾶλλον ἔσται τὸ ἑκατέρου γέ- νους ἰδίωμα τῇ ἀπὸ τῶν πρὸς γεῦσιν ποιοτήτων μετα- βάσει χρησαμένων ἡμῶν. ὥσπερ τοίνυν τῶν γευστῶν τὰ μὲν τοιαύτην ἔχει κρᾶσιν ὥστε μονοειδῶς καὶ λείως κι- νεῖν τὴν αἴσθησιν, ὁποῖον τὸ οἰνόμελι καὶ ὑδρόμελι, τὰ δέ οὐχ ὡσαύτως οὐδὲ ὁμοίως, καθάπερ τὸ ὀξύμελι (ἑκά- τερον γὰρ τούτων τῶν μιγμάτων τὴν ἴδιον ἐντυποῖ ποιό- τητα τῇ γεύσει), οὕτω τῶν φθόγγων διάφωνοι μέν εἰσιν οἱ ἀνωμάλως τὴν ἀκοὴν καὶ διεσπασμένως κινοῦντες, σύμφωνοι δὲ οἱ ὁμαλώτεροι. ἀλλὰ γὰρ ἡ μὲν διαφορὰ τῶν φθόγγων τοιαύτη τίς ἐστι παρὰ μουσικοῖς·
περιγράφεται δέ τινα πρὸς τούτων διαστήματα, καθʼ ὁ καὶ ἡ φωνὴ κινεῖται ἤτοι ἐπὶ τὸ ὀξύτερον ἀναβαίνουσα ἤ ἐπὶ τὸ βα- ρύτερον ἀνιεμένη. παρʼ ἣν αἰτίαν κατὰ τὸ ἀνάλογον τῶν διαστημάτων τούτων τὰ μέν σύμφωνα τὰ δὲ διάφωνα προσηγόρευται,
καὶ σύμφωνα μὲν ὁπόσα ὑπὸ συμφώνων [*](§ 42 def. cf. Euclid. introd. harm. 1 p. 186, 7 Heiberg) [*](13 διεσπαρμένως E || 16 γεύσει Ϛ cod. ed. Gen. || 21 ἐμποιεῖ V C R: exp., in mg. ἐντυποῖ V, ἐκτυκοῖ C || 27 ἐπὶ post ἢ om. Ϛ )
πάλιν τε τῶν διαφώνων διαστημάτων ἐλά- χιστον μέν ἐστι καὶ πρῶτον παρʼ αὐτοῖς ἡ καλουμένη δίεσις, δεύτερον δὲ τὸ ἡμιτόνιον, ὅ ἐστι διπλοῦν τῆς διέ- σεως, τρίτον ὁ τόνος, ὅς ἐστι διπλασίων τοῦ ἡμιτονίου.
οὐ μὴν ἀλλʼ ὃν τρόπον ἅπαν διάστημα κατὰ μουσικὴν ἐν φθόγγοις ἔχει τὴν ὑπόστασιν, οὕτω καὶ πᾶν ἦθος. τὸ δʼ ἔστι τι γένος μελῳδίας. καθὰ γὰρ τῶν ἀνθρωπίνων ἦθῶν |τινὰ μέν ἐστι σκυθρωπὰ καὶ στιβαρώτερα, ὁποῖα τὰ τῶν ἀρχαίων ἱστοροῦσιν, τὰ δὲ εὐένδοτα πρὸς ἔρωτας καὶ οἰνοφλυγίας καὶ ὀδυρμοὺς καὶ οἰμωγάς, οὕτω τὶς μέν με- λῳδία σεμνά τινα καὶ ἀστεῖα ἐμποιεῖ τῇ ψυχῇ κινήματα, τὶς δέ ταπτεινότερα καὶ ἀγεννῆ.