Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
καὶ εἰ μὲν ἐν τοῖς κατ᾿ ἀνάγκην, ἀνωφελεῖς εἰσιν ἐν τῷ βίῳ· τὸ γὰρ κατ᾿ ἀνάγκην συμβαῖνον οὐκ ἔστιν ἐκκλῖναι, ἀλλʼ ἐάν τε θέλωμεν ἐάν τε μὴ θέλωμεν, ἐκ- βῆναι δεῖ τὸ τοιοῦτο. τότε δʼ ἄν χρειώδης ἐτύγχανεν ἡ πρόρρησις, εἰ πρὸς τὴν ἔκκλισιν αὐτοῦ τὴν ἀναφορὰν ἐλάμβανεν. εἰ δʼ ἐν τοῖς τυχηροῖς, ἀδύνατόν τι ἐπαγγέλ- λονται· ἄστατα γὰρ τὰ τυχηρῶς γινόμενα, τῶν δέ ἀστά- των καὶ ἄλλοτε ἄλλως ἐκβαινόντων οὐκ ἔστιν ἑστῶσαν ποιεῖσθαι τὴν προαγόρευσιν.
λείπεται οὖν ἐν τοῖς παρʼ ἡμᾶς γιγνομένοις αὐτοὺς ποιεῖσθαι τὰς προρρήσεις. ὅ πάλιν ἀμήχανον τὸ γὰρ ἐπʼ ἐμοὶ κείμενον ἐκβῆναι ἢ μή, καὶ τὸ μὴ ἔχον ἀρχῆθεν προκαταβεβλημένην αἰτίαν, οὐκ ἂν δύναιτό τις προλέγειν. οὐκ ἄρα δυνατῆς ἐφίενται προρ- ρήσεως οἱ Χαλδαῖοι.
Οἱ μὲν οὖν πλείους διὰ τοιούτων τινῶν ἀκροβολισμῶν πειρῶνται τὴν Χαλδαϊκὴν μέθοδον ἀναιρεῖν· ἡμεῖς δέ κατὰ τὸν ὅμοιον τῆς ἐπιχειρήσεως τρόπον τὰς ἀρχὰς καὶ ὥσπερ στοιχεῖα ταύτης κινήσαντες ἕξομεν 〈σὺν〉 αὐταῖς καὶ τὴν τῶν λοιπῶν θεωρημάτων σύστασιν ἠθετημένην.
[*](§ 46 in G hoc dia gr.: τὰ γινόμενα ἢ κατ᾿ ἢ τύχην ἢ ἐφʼ ἀνάγκην (τέχνην B) ἡμῖν)[*](3 οὐκ — 4 εἱμαρμένην om. S, homoeoteleuton, itaque Nebe verba κατὰ —εἶναι a Bekk. deleta restituere vult || 3 τὴν προ- αγόρευσιν S || 11 ἐν om. S || 17 ἄλλως τε VC | οὐκ ἔστιν A S1 Gen. Fabr.: οὐκ ἕνεστιν cett. || 19 αὐτοὺς om. S |τὴν προ- αγόρευσιν S || 24 τινῶν om. S || 26 τὸν ὁμόθεν Bury || 27 〈σὺν〉 add. Bury, Bekk. autem 28 〈συν〉 ηθετημένην dub. )Ἀρχὴ τοίνυν καὶ ὥσπερ θεμέλιος τῆς Χαλδαϊκῆς ἐστι τὸ στῆναι τὸν ὡροσκόπον ἀπὸ τούτου γὰρ τὰ λοιπὰ τῶν κέντρων λαμβάνεται, τά τε ἀποκλίματα καὶ αἱ ἐπαναφο- ραὶ τά τε τρίγωνα καὶ τὰ τετράγωνα καὶ οἱ κατʼ αὐτὰ σχηματισμοὶ τῶν ἀστέρων, ἀπὸ δὲ πάντων τούτων αἱ προαγορεύσεις.
ὅθεν ἀναιρεθέντος τοῦ ὡροσκόπου κατ᾿ ἀνάγκην οὐδὲ τὸ μεσουρανοῦν ἐστιν ἢ δῦνον ἢ ἀντιμεσου- ρανοῦν γνώριμον· τούτων δὲ ἀκαταληπτουμένων συνα- φανίζεται πᾶσα ἡ Χαλδαϊκὴ μέθοδος.
ὅτι δὲ ἀνεύρετον αὐτοῖς ἐστι τὸ ὡροσκοποῦν ζῴδιον, ποικίλως ἔνεστι δι- δάσκειν. ἵνα γὰρ τοῦτο καταληφθῇ, δεῖ πρῶτον μὲν τὴν γένεσιν τοῦ πίπτοντος ὑπὸ τὴν ἐπίσκεψιν βεβαίως κατει- λῆφθαι, δεύτερον δὲ τὸ διασημαῖνον ταύτην ὡροσκόπιον ἀπλανὲς ὑπάρχειν, τρίτον δὲ τὴν ἀναφορὰν τοῦ ζωδίου πρὸς ἀκρίβειαν συνῶφθαι.
ἐπὶ μὲν γὰρ τῆς ἀποτέξεως ἡ ἀναφορὰ τοῦ κατ᾿ οὐρανὸν ἀνίσχοντος ζωδίου τετήρηται, καθάπερ διακόνῳ πρὸς τὴν τήρησιν τοῦ ὡροσκόπου χρη- σαμένων τῶν Χαλδαίων ἐπὶ δὲ τῇ ἀναφορᾷ ὁ συσχη- ματισμὸς τῶν ἄλλων ἀστέρων, ὅπερ διάθεμα καλοῦσι, καὶ ἐπὶ τῷ διαθέματι αἱ προαγορεύσεις.
οὔτε δὲ τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πιπτόντων λαμβάνειν δυνατόν ἐστιν, ὡς παραστήσομεν, οὔτε τὸ ὡροσκόπιον ἀπλανὲς καθέστηκεν, οὔτε τὸ ἀνίσχον ζώδιον πρὸς ἀκρίβειαν καταλαμβάνεται. τοίνυν ἀσύστατός ἐστιν ἡ τῶν Χαλδαίων μέθοδος.
λέγωμεν δὴ περὶ τοῦ πρώτου πρῶτον.
[*](§ 50 Hippol. el. IV 3, 1 |||51 ═ ad § 55 sq. in codd. hoc diagr.: ibid. 2 || 52 ═ ibid. 3 || 53—54 ═ ibid. 4 || 55 ═ ibid. 5 | cf. Ptol. ap. III 2 Favorin. ap. Gell. n. A. XIV 1, 19)[*](2 στῆναι G et Hippolyti cod.; στῆσαι ci. Bekk.: restit Nebe 3 αἱ S1 et coniecerat Bekk.: om. cett. || 7 τὸ om. S: τοῦ L | ἔσται S1 || 10 ἐστὶν αὐτοῖς S || 11 μὲν om. S1 ||12.21. et p. 151, 1 σκέψιν ?? ||12 βεβαίως om. S1 || 18 σχη- ματισμὸς S, recepit Nebe cum Hippol. || 21 ὑπὸ Hippolyt. Bekk.: ἐπὶ G || 25 λέγομεν EL?? δὲ B edd. )Τὴν δὴ γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πεσουμένων ἀρχαϊκώτερον ἤτοι ἀπὸ τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως λαμβάνουσιν ἢ ἀπὸ τὴς ἐκτέξεως. ἀλλʼ ἀπὸ μὲν τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως οὐκ ἄν εἴποιεν· ἀκατάληπτος γάρ ἐστιν ὁ ἀκριβὴς ταύτης χρόνος.
καὶ εἰκότως οὐ γὰρ ἔχομεν λέγειν εἴτε ἅμα τῇ θέσει τοῦ σπέρματος γέγονεν ἡ σύλληψις εἴτε καὶ μή. δύναται μὲν γὰρ καὶ ἅμα νοήματι τοῦτο συμβαίνειν, ὧσπερ καὶ τὸ προσαχθὲν τοῖς διαπύροις τῶν κλιβάνων στέαρ (τοῦτο γὰρ εὐθὺς κολλᾶται),
δύναται δὲ καὶ μετὰ χρόνον, ἐπείπερ καὶ τὰ εἰς τὴν γῆν καταβαλλόμενα τῶν σπερμά- των οὐκ εὐθὺς ῥιζοβολοῦντα συμπλέκεται ταῖς ὑποκειμέ- ναις βώλοις. καὶ διαστήματος δὲ ὄντος ἀπὸ τοῦ στόματος τῆς μήτρας μέχρι τοῦ πυθμένος, ἔνθα καὶ τὰς συλλήψεις λέγουσι γίνεσθαι ἰατρῶν παῖδες, πάντως ἐν χρόνῳ τινὶ τὸ διάστημα |τοῦτο ἀνύειν πέφυκεν ἡ καταβαλλομένη τοῦ σπέρματος φύσις.
οἱ δὲ τούτου ἀγνοοῦντες τὴν ποσό- τητα τοῦ χρόνου κατὰ τὸ ἀκριβὲς, Χαλδαῖοι τὴν σύλληφιν οὐδέποτε καταλήψονται. τοῦ 〈γὰρ〉 σπέρματος ὁτὲ μὲν εὐθυβολουμένου καὶ αὐτοῖς προσπίπτον τος ὑφʼ ἓν τοῖς εὐφυῶς ἔχουσι πρὸς σύλληψιν τῆς μήτρας τόποις, ὁτὲ δὲ πολυσπόρως ἐμπἰπτοντος, ὑπʼ αὐτῆς δὲ τῆς ἐν τῇ μήτρᾳ δυνάμεως εἰς ἕνα τόπον συνάγεσθαι δυναμένου, τῶν ἀγνώ- στων ὑπάρχει τὸ πότε γίγνεται τὸ πρῶτον καὶ πότε τὸ δεύτερον, πόσος τε ὁ εἰς ἐκείνην τὴν σύλληψιν ἀναλισκό- μενος χρόνος καὶ πόσος ὁ εἰς ταύτην.
ἀγνοουμένων δὲ τούτων οἴχεται καὶ ἡ πρὸς ἀκρίβειαν τῆς συλλήψεως κατά- [*](§ 56—57 ═ Hippol. el. IV 3, 7 || 58 ═ibid. IV 3,8 || 59 ═ ibid. ) [*](1 ἐπὶ τὴν S σκέψιν ?? || 2 ἤτοι ἀοχ. trp. Harder || 3 λαμβάνου- σιν — 4 συλλήψεως om. S || 5 λάβοιεν· ἄληπτος ci. Nebe sec. Hippol. || 8 μὲν om. LVrS1 || 9 στέας ELVr cod. editionis Gen. in marg. || 11 τὴν om. S1 || 12 τοῖς ὑποκειμένοις S || 14 μέχρι καὶ τοῦ S || 16 ἀνύειν Nebe sec. Hippolyt.: ποιεῖν G edd. || 17 οἱ ϚS: εἰ ELVr cod. Gen. in marg. |τούτου ci. Bekk.: τοῦτο G || 19 γὰρ add. Nebe Bury sec. Herv. | ποτὲ S || 22 ὑπʼ S1: ἐπʼ cett. || 23 μὴ post συνάγεσθαι Gen. Herv. || 24 ὑπάρχει conieci: ὑπάρχον S1: om. cett. || 25 ἐστὶν pro τε S )
καὶ μὴν ὥσπερ κατὰ τὰ λοιπὰ μέρη τοῦ σώματος ἐν ταῖς τῶν μερῶν ἐνεργείαις διαφέρουσιν ἀλλήλων αἱ γυναῖκες, οὕτως εἰκὸς αὐτὰς καὶ κατὰ τὴν τῆς μήτρας ἐνέργειαν διαφέρειν, τὰς μὲν θᾶττον συλλαμβανούσας τὰς δὲ βρά- διον. καὶ οὐ παράδοξον, ὅτε καὶ 〈αὐταὶ〉 ἑαυταῖς συγκρι- νόμεναι νυνὶ μὲν εὐσύλληπτοι θεωροῦνται νυνὶ δὲ οὐδα- μῶς.
τούτου δὲ οὕτως ἔχοντος τῶν ἀδυνάτων ἐστὶ λέγειν πρὸς ἀκρίβειαν τὸ πότε συνέσχηται τὸ καταβληθὲν σπέρ- μα, ἵνα καὶ ἀπὸ τούτου τοῦ χρόνου στήσωσιν οἱ Χαλδαῖοι τὸν τῆς γενέσεως ὡροσκόπον.
καὶ μὴν οὐδὲ ἔνεστι λέγειν ὡς διὰ σημείων τινῶν καταλαμβάνεσθαι πέφυκεν ὁ τῆς συλλήψεως χρόνος, καθάπερ ἐκ τοῦ κατεξηράνθαι μὲν μετὰ τὴν μῖξιν τοὺς γυναικείους κόλπους, μεμυκέναι δέ, εἰ οὕτω τύχοι, τὸ τῆς |μήτρας στόμιον, ἐπεσχῆσθαι δὲ τὴν ἔμμηνον κάθαρσιν, κίσσαν δὲ ἐπιγίγνεσθαι.
πρῶτον μὲν γὰρ καὶ ταῦτα κοινοποιεῖται τὰ σημεῖα πρὸς τὰς μὴ συνειληφυίας· εἶτα καὶ εἰ μὴ κοινοποιοῖτο, γενομένην ἤδη κατὰ πλάτος πλειόνων ἡμερῶν διελθουσῶν ούλληψιν δη- λοῖ, καὶ οὐ πρὸς ἀκρίβειαν καὶ ὑπόγυον καὶ ἐν ὡριαίοις κειμένην διαστήμασιν.
χρείαν δʼ ἔχονσιν οἱ Χαλδαῖοι πρὸς διάγνωσιν τῶν διαφερόντων βίων οὐ τοῦ ὁλοσχε- ροῦς καὶ ἐν πλάτει χρόνου τῆς συλλήψεως, τοῦ δὲ πρὸς ἀκρίβειαν.
[*](§ 59 τινες cf. Hippocr. de nat. puerl 12 (VII 486 L.) 60 ═ Hippol. el. IV 3, 10 || 61 ibid. 11)[*](2 πρότερον S προμεταβαλλόμενον S Hippolyt.: προμεταβάλ- λον cett. || 3 αὐτοῖς S V: αὐτῷ mavult Harder || 6 ὥσπερ καὶ τὰ G: corr. Bekk. || 10 ὁ pro ὅτε VC |αὐταὶ add. Nebe ex Hippolyt. 13 καταληφθέν VC || 14 συστήσωσιν G : corr. Bekk., probat Nebe cl. Hippolyto || 21 κοινῆ ποιεῖται Ϛ || 22 τὸ γενόμενον S1: γενόμενον cett.: corr. Bekk. ||23 ποιεῖ pro δηλοῖ S || 24 ὁ pro οὐ S | ὑπό- γειον Ϛ: ὑπόγυιον edd. || 25 κείμενος S1 | διαστήμασι χρόνος ἔχεται. χρείαν δʼ etc. S1)Ἀλλὰ γὰρ ἐκ τούτων πρόδηλον ὅτι οὐχ οἷόν τέ ἐστιν ἀπὸ συλλήψεως τὸν ὡροσκόπον ἑστάναι.
καὶ μὴν οὐδʼ ἐξ ἀποτέξεως. πρῶτον μὲν γὰρ ἄπορόν ἐστι τὸ πότε ῥητέον ἀπότεξιν εἶναι, ἆρά γε ὁπόταν ἄρχηται προκύπτειν εἰς τὸν ψυχρὸν ἀέρα τὸ ἀποτικτόμενον, ἢ ὅταν ὅλον ἐξίσχῃ, ἢ ὅταν εἰς τὴν γῆν κατενεχθῇ.
εἶτα οὐδὲ ἐφʼ ἑκάστου τούτων δυνατόν ἐστι τὸν ἀκριβῆ τῆς ἀποτέξεως χρόνον ὁρίζειν καὶ γὰρ διὰ παράστημα ψυχῆς καὶ διʼ ἐπιτηδειό- τητα σώματος καὶ προδιάθεσιν τῶν τόπων καὶ διʼ ἐμπει- ρίαν μαίας καὶ ἄλλας ἀπείρους προφάσεις οὐχ ὁ αὐτός ἐστι χρόνος καθʼ ὅν προκύπτει τὸ τικτόμενον ῥαγέντων τῶν ὑμένων ἢ ἐκτὸς ὅλον γίνεται ἢ εἰς τὴν γῆν κατα- φέρεται, ἀλλʼ ἄλλος ἐπʼ ὄλλων.