Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἐκ πλειόνων δὲ κατ’ ἐπισύνθεσιν ὡς ἅλυσις μὲν κατ’ ἐπισύνδεσιν κρίκων, οἰκία δὲ κατὰ σύνοδον λίθων, ἐσθὴς δὲ κατὰ κρόκης καὶ στημόνων συμπλοκήν.

εἰ δὲ κἀν τοῖς νοητοῖς γίνεταί τι, ἤτοι ἐξ ὄντος γίνεταί τι ἢ ἐκ μὴ ὄντος. καὶ ἐκ μὲν τοῦ μὴ ὄντος οὐδὲν δύναται γίνεσθαι· δεῖ γὰρ τὸ γεννητικόν τινος οὐσίαν ἔχειν καὶ ποιὰν ἀναδἐχεσθαι κίνησιν, ὥστ’ οὐκ ἂν εἴη τι ἐκ τοῦ μὴ ὄντος γεννώμενον.

καὶ μὴν οὐδ’ ἐκ τοῦ ὄντος. εἰ γὰρ ἐκ τοῦ ὄντος γίνεταί τι, ἤτοι ἐξ ἑνὸς γίνεται ἢ ἐκ πλειόνων. καὶ ἐξ ἑνὸς μὲν οὐκ ἂν εἴη γεννώμενον. εἰ γὰρ ἐξ ἑνὸς γίνεται, ἤτοι αὐξανομένου ἢ μειουμένου ἢ ἐν τῷ αὐτῷ μένοντος γίνεται.

ἀλλ’ αὐξάνεσθαι μὲν καὶ μειοῦσθαι οὐχ οἷόν τε ταὐτό, καὶ οὐκ ἂν δυνηθείη ἑαυτοῦ τι μείζον’ ἢ ἑαυτοῦ τι ἔλαττον ἀποτελεῖσθαι ταὐτόν. ἐάν τε γὰρ αὑτοῦ πλεῖον γένοιτο, ἐπεὶ οὐδὲν ἔχει πλεῖον παρ’ ἑαυτό, ἐξ οὐκ ὄντος ἔξει τὴν πρόσθεσιν· ἐάν τε ἔλαττον ἑαυτοῦ, πάλιν, ἐπεὶ οὐδὲν ἔχει παρ’ ἑαυτὸ ἀπολλύμενον αὐτοῦ, εἰς τὸ μὴ ὂν ἀπολεῖται. οὐδὲν ἄρα δύναται ἐκ τοῦ αὐξομένου ἢ μειουμένου γίνεσθαι.

καὶ μὴν οὐδ’ ἐκ τοῦ ἐν τῷ αὐτῷ μένοντος ἔσται τὸ γεννώμενον. εἰ γὰρ τοῦτο, ἤτοι ἀτρέπτου [*](24/25 κατ’ ἐπισύνδεσιν G: κατὰ σύνδεσιν Bekk. dubit. 28 μὲν om. N 8 ἑαυτό, <τὸ> ἀπολλύμενον αὐτοῦ εἰς κτλ. fort. ἑαυτό, <εἰς ὃ φθαρήσεται τὸ> ἀπ. vel similia)

καὶ ἀμεταβλήτου μένοντος αὐτοῦ γεννᾶταί τι ἐξ αὐτοῦ, ἢ ἐκ τρεπομένου καὶ μεταβάλλοντος. ἀλλ’ ἐξ ἀτρέπτου μὲν καὶ ἀεὶ ὡσαύτως μένοντος οὐκ ἂν γεννηθείη τι· ἑτεροίωσις γάρ τίς ἐστιν ἡ γένεσις.

εἰ δὲ ἐκ τρεπομένου καὶ μετεβάλλοντος, ἤτοι εἰς ἑαυτὸ μεταβάλλοντος γίνεται τὸ γεννώμενον ἢ εἰς ἕτερον. καὶ εἰ μὲν εἰς ἑαυτὸ μεταβάλλοι τὸ γεννητικόν τινος, πάλιν μένει τὸ αὐτό, καὶ μένον τὸ αὐτὸ οὐδενὸς ἔσται περισσοτέρου γεννητικόν. εἰ δὲ εἰς ἕτερον τρέποιτο, <ἤτοι> ἐκβαίνει τῆς ἰδίας ὑποστάσεως, τρέπεται καὶ γεννᾶται, ἢ μένει μὲν ἐν τῇ οἰκείᾳ ὑποστάσει, [εἰς] ἄλλο δὲ εἶδος ἀντ’ ἄλλου εἴδους μεταλαμβάνον ὧς ὁ μετασχηματιζόμενος κηρὸς καὶ ἄλλοτε ἄλλην μορφὴν ἀναδεχόμενος.

ἀλλ’ ἐκβαῖνον μὲν τῆς ἰδίας ὑποστάσεως εἰς τὸ μὴ ὂν φθαρήσεται, καὶ εἰς τὸ μὴ ὂν φθειρόμενον οὐδέν γεννήσει. εἰ δὲ μένον ἐν τῇ ἰδίᾳ ὑποστάσει καὶ ἄλλην ἀντ’ ἄλλης ποιότητα ἀναδεχόμενον γεννᾶται, κρατεῖται τῇ αὐτῇ ἀπορίᾳ.

ἤτοι γὰρ μένοντος τοῦ πρώτου εἴδους καὶ τῆς προτέρας ποιότητος περὶ αὐτῷ γίνεται τὸ δεύτερον εἶδος καὶ ἡ δευτέρα ποιότης, ἢ μὴ μένοντος. οὔτε δὲ μένοντος τοῦ πρώτου εἴδους γίνεται τὸ δεύτερον εἶδος οὔτε μὴ μένοντος, ὡς ἔμπροσθεν παρεστήσαμεν, ὅτε περὶ τοῦ πάσχοντος ἐσκεπτόμεθα (adv. dogm. III 266 sqq.). τοίνυν οὐδ’ ἐξ ἑνὸς γίνεται τὸ γεννώμενον.

καὶ μὴν οὐδ’ ἐκ πλειόνων. δυεῖν γὰρ συνελθόντων τρίτον οὐκ ἂν γένοιτο, μενόντων τῶν δυεῖν, καὶ πάλιν τριῶν ὄντων τέταρτον οὐκ ἂν γένοιτο, μενόντων τῶν τριῶν. εἴρηται δὲ περὶ τούτων ἀκριβέστερον, ὅτε περὶ τῆς τοῦ ἀνθρώπου ὑποστάσεως ἐζητοῦμεν (adv.log.I263sqq.) παριστάντες, ὅτι οὔτε σῶμά ἐστιν ὁ ἄνθρωπος οὔτε ψυχὴ οὔτε τὸ σύνθετον.

διόπερ εἰ μήτε ἐξ ἑνός ἐστι τὸ γεννώμενον μήτε ἐκ πλειόνων, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, ἐξ ἀνάγκης οὐδὲν τῶν ὄντων γεννᾶται.

[*](12 ἢ NLE: ἤτοι ’ς 14 γενηθείη L 16 γένεσις L: γέννησις NEς 17/18 μεταβάλλοι NL: μεταβάλοι E: μεταβάλλοντος 19 γενητικόν LE 20 ἤτοι add. Bekk. 22 εἰς del. Bekk. fort. μεταβάλλον scribendum (servato εἰς) 26 γεννήσει οὐδέν ς 82 εἶδος om. ς 1 ὅτε ς: οὔτε N: ὅτι L 6/7 ὑποστάσεως NLE: ὑποστάντες ς)

Ταῦτα μὲν οἱ ἀπορητικοὶ περὶ γενέσεως διεξίασιν· οἱ δὲ δογματικοὶ μὴ πρὸς νοῦν ἀπαντῶντες πάλιν ἐπὶ τὰ ἐξ ἐναργείας ὑποδείγματα συμφεύγουσιν. τὸ γὰρ ὕδωρ θερμὸν ὄν, μὴ ὂν δὲ ψυχρόν, γίνεται ψυχρόν· καὶ ὁ ὑπάρχων χαλκός, μὴ ὢν ἀνδριάς, γίνεται ἀνδριάς· καὶ τὸ ᾠὸν κατὰ δύναμιν μέν ἐστι νεοσσός, κατ’ ἐντελέχειαν δὲ οὔκ ἐστιν, ἀλλὰ λέγεται κατὰ δύναμιν εἶναι νεοσσὸς εἰς τὸ κατ’ ἐντελέχειαν ὑπάρχειν. καὶ τὸ ὂν τοίνυν δύναται γίνεσθαι καὶ τὸ μὴ ὄν. εἶτα καὶ ὁρῶμεν βρέφος μὲν γεννώμενον ἐξ ἀνθρώπου, χυλὸν δ’ ἐκ πόας. ὥστε πάντα τὸν τῶν δογματικῶν λόγον παρὰ τὴν ἐνάργειαν χωρεῖν.