Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
Προειληφότες οὖν, ὅτι πᾶσι τούτοις ἄπορος δείκνυται ὁ τῆς φυσιολογίας τρόπος ἀναιρεθείσης τῆς γενέσεως καὶ τῆς φθορᾶς, προθυμότερον ἁπτώμεθα τῶν λόγων. καίτοι γε, ἐὰν ἐξετάζωμεν, διὰ τῶν ἔμπροσθεν αὐταρκῶς ἤδη συμβεβίβασται τὸ κεφάλαιον.
τὸ γὰρ γινόμενον καὶ [*](20 Ὄκελλος Fabr. et ita testimonium schol. in Basilium (cf. vol. I p. XX): ὀκκελὸς (sic) NLE: ὄκελος ς 27 ἴση Bekk.: ἴσον G (at cf. p. 393, 14!) 12 συμβεβίβασται Gen.: G)
ρόμενον ἐν χρόνῳ φθείρεται καὶ γίνεται, χρόνος δὲ οὐκ ἔστιν, ὡς ἀνώτερον παρεστήσαμεν (§ 170sqq.) ὥστε οὐδὲ γινόμενον καὶ φθειρόμενον ἔσται.πᾶσά τε γένεσις καὶ φθορὰ μεταβλητικαί τινές εἰσι κινήσεις, οὐδὲν δ’ ἐστὶ κίνησις, ὧς προκατεστησάμεθα (§ 37sqq.)· τοίνυν οὐδὲ φθορὰ γενήσεται.
καὶ πᾶν τὸ γεννώμενον ἢ φθειρόμενον οὐ χωρὶς τοῦ δρῶντος καὶ πάσχοντος γεννᾶται ἤ φθείρεται, οὔτε δὲ δρᾷ τι οὔτε πάσχει, ὥστ’ οὐδὲ γεννᾶταί τι οὐδὲ φθείρεται.
καὶ μὴν εἰ γίνεταί τι καὶ φθείρεται, ὀφείλει τί τινι προστίθεσθαι καί τί τινος ἀφαιρεῖσθαι ἤ τι ἔκ τινος μεταβάλλειν· γένεσις γὰρ καὶ φθορὰ κατά τινα τῶν τριῶν τούτων τρόπων ὀφείλει συνίστασθαι, οἶον ἐπὶ τῆς δεκάδος κατ’ ἀφαίρεσιν τῆς μονάδος γίνεται μέν ἡ ἐννεάς, φθείρεται ται δὲ ἡ δεκάς, καὶ πάλιν ἐπὶ τῆς ἐννεάδος κατὰ πρόσθεσιν σιν μονάδος γίνεται μὲν ἡ δεκάς, φθείρεται δὲ ἡ ἐννεάς. καὶ ἐπὶ τῶν κατὰ τροπὴν φθειρομένων ἢ γεννωμένων ὁ αὐτὸς λόγος· οὕτω γὰρ φθείρεται μὲν ὁ οἶνος, γίνεται δὲ <ὁ> ὄξος.
εἰ δὴ τοίνυν πᾶν τὸ γεννώμενον καὶ φθειρόμενον ἤτοι κατὰ πρόσθεσιν ἢ κατ’ ἀφαίρεσιν ἢ κατὰ μεταβολὴν γίνεται καὶ φθείρεται, ἐπεὶ παρεστήσαμεν (adv, dogm. III 277sqq.) μήτε πρόσθεσιν οὖσαν μήτε ἀφαίρεσιν μήτε μεταβολήν, δυνάμει προκατεστησάμεθα τὸ μηδὲ γένεσιν ἢ φθοράν ὑπάρχειν.
πρὸς τούτοις· τὸ γεννώμενον ἢ φθειρόμενον ψαύειν ὀφείλει ἐκείνου τοῦ ἐξ οὗ φθείρεται καὶ τοῦ εἰς ὃ μεταβάλλει, οὐδὲν δὲ ψαῦσίς ἐστιν, ὧς παρέσταται (adv. dogm. III 258 sqq.)· τοίνυν οὐδὲ γένεσις ἢ φθορὰ συστῆναι δύναται.
Πάρεστι δὲ καὶ προηγουμένως ἀποροῦντας λέγειν, ὡς εἴπερ <τι> γίνεται, ἤτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. δὲ τὸ μὴ ὂν γίνεται· τῷ γὰρ μὴ ὄντι οὐδὲν συμβέβηκεν, ᾧ δὲ μηδὲν συμβέβηκεν, οὐδὲ τὸ γίνεσθαι συμβέβηκεν. [*](323 ~ Hyp. III 109.) [*](326—327 ~ Hyp. III 112.) [*](13 γίνεται καὶ φθείρεται ’ς 17 προκατεστήσαμεν N 22 τι alt. om. N 80 ὁ addidi 81 κατ’ om. N 83 οὖσαν G: εἷναι Kayser 1 ἢ NLE: μὴ δὲ ς 7 τι add. Bekk.)
καὶ ἄλλως·τὸ γινόμενον πάσχει, τὸ δὲ μὴ ὂν οὐδὲν δύναται πάσχειν· ὄντος γὰρ τὸ πάσχειν· οὐκ ἄρα τὸ μὴ ὂν γίνεται. καὶ μὴν οὐδὲ τὸ ὄν· ἔστι γὰρ ἤδη τὸ ὄν, καὶ οὐκ ἔχει χρείαν γενέσεως· οὐκ ἄρα οὐδὲ τὸ ὂν γεννᾶται. ἀλλ’ εἰ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν γίνεται, παρὰ ταῦτα δ’ οὐδὲν ἔστι τρίτον ἐπινοεῖν, οὐδὲν γεννᾶται.
ἄλλως τε· ἐν τοῖς φαινομένοις θεωρεῖται τὰ μὲν ἐξ ἑνὸς γεννώμενα κατὰ μεταβολήν, τὰ δ’ ἐκ πλειόνων κατὰ σύνθεσιν,
καὶ ἐξ ἑνὸς μὲν κατὰ μεταβολὴν ὁπόσα τῆς αὐτῆς οὐσίας μενούσης ἑτέραν ἐξ ἑτέρας μεταλαμβάνει ποιότητα, οἷον ὅταν τοῦ αὐτοῦ ὑγροῦ μένοντος ἐν τῷ αὐτῷ πλήθει τὸ μὲν γλεῦκος ἀφανισθῇ, οἶνος δὲ γένηται, ἢ ὁ οἶνος μὲν ἀφανισθῇ, ὄξος ’δε ὑποστῇ, ἢ τοῦ κηροῦ μένοντος ἡ μὲν σκληρότης ἀφανίζηται, ἡ δὲ μαλακότης γένηται, ἢ ἀνάπαλιν·