Hecala
Callimachus
Callimachus. Callimachus and Lycophron. Mair, A. W., Mair, G. R., editors. London: William Heinemann, 1921.
[δεί]ελος ἀλλ’ ἢ νύξ ἢ ἔνδιος ἢ ἔσετ’ ἠώς, εὖτε κόραξ, [ὃ]ς νῦν γε καὶ ἂν κύκνοισιν ἐρίζοι
καὶ γάλακι χροιὴν καὶ κύματος ἄκρῳ ἀώτῳ, κυάνεον φὴ πίσσαν ἐπὶ πτερὸν οὐλοὸν ἕξει, ἀγγελίης ἐπίχε [ι]ρα τά οἵ ποτε Φοῖβος ὀπάσσει, ὁππότε [κ]εν Φλεγύαο Κορωνίδος ἀμφὶ θυγατρὸς Ἴσχυι πληξίππῳ σπομένης μιερόν τ[ι] πύθηται. τὴν μὲν ἄρ’ ὣς φαμένην ὕπνος λάβε, τὴν δ’ ἀΐουσαν· καδδραθέτην δ’ οὐ πολλὸν ἐπὶ χρόν [ον], αἶψα γὰρ ἦλθεν στιβήεις ἄγχουρος· ἴτ’, οὐκέτι χεῖρες ἔπαγροι φιλητέων· ἤδη γὰρ ἑωθινὰ λύχνα φαείνει· [ἀ]είδει καί πού τις ἀνὴρ ὑδατηγὸς ἱμαῖον· ἔγρει καί τιν’ ἔχοντα παρ[ὰ] πλόον οἰκίον ἄξων τετριγὼς ὑπ’ ἄμαξαν, ἀνιάζουσι δὲ πυκνοὶ [δμ]ῶοι χαλκῆες κωφώμενοι ἐν[τὸς] ἀκουήν.