Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τότε Δανιὴλ, οὗ τὸ ὄνομα Βαλτασάρ, ἀπενεώθη ὡσεὶ ὥραν μίαν, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν. καὶ ἀπεκρίθη Βαλτασὰρ καὶ εἶπεν Κύριε, τὸ ἐνύπνιον ἔστω τοῖς μισοῦσίν σε, καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου.

τὸ δένδρον ὃ ἴδες μεγαλυνθὲν καὶ τὸ ἰσχυκός, οὗ τὸ ὕψος ἔφθανεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν,

καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολύς, καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ· ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ·

σὺ εἶ, βασιλεῦ· ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας. καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανόν, καὶ ἡ κυρία σου εἰς τὰ πέρατα τῆς γῆς.

καὶ ὅτι ἴδεν ὁ βασιλεὺς εἰρ καὶ ἅγιον καταβαίνοντα ἀπὸ τοῦ οὐρανοῦ· καὶ εἶπεν Ἐκτί- [*](11 τον καρπον] τους καρπους A σαλευθητω Q 12 κοιτασθησεται] AQ superscr συ (sic) Q? θ΄ αυλισθησεται Qmᵍ των θηριων] θηριων αγριων Q της γης] του αγρου Q 13 απο των ανων η καρδια αυτων Q om και2⁰ Q 14 συγκριματος BᵃᵇAQ ρημα] λογος A αγιων] ων non inst Bᵇ | περωτημα Β* (ε superscr Bᵃᵇ) om εστιν Q ο υφιστος] + κυριευει Q εαν] αν Q εξουδενημα] εξουθενωμα A εξουθενημα Q αναστησεται A αυτην 2 0] αυτης Q* (-την Qa) 15 ειδον Bᵃᵇ om αυτου Q θῦ πνα θυ Β* (non inst θυ 2⁰ Bᵇ) πνα θῦ AQ εν σοι αγιον A 16 απηνεωθη BᵃᵇAQ | αυτον] +και απεκριθη ο βασιλευς και ειπεν Βαλτασαρ (δαρτ. A) το ενυπνιον και η συγκρισις (+αυτου Q) μη κατασπευσατω σε AQ om κυριε Q εστω το ενυ- πνιον A το εν. βασιλευ μισουσι Qᵃ 17 ειδες B ab μεγαλυνθεν] pr το Q εφθανεν] εφθασεν AQ 18 om και 1⁰ A πολυ Q* (superscr ς Qᵃ) κατεσκηνουν] κατωκουν A 19 κυρεια Bᵃᵇ κυριεια A 20 ειδεν Bᵃᵇ απο του ουρ.] εκ του ουρ. A απ ουρ. Q )

531
λατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό, πλὴν τὴν φυὴν τῶν [*](B) όιζῶν αὐτοῦ ἐάσατε ἐν τῇ γῆ. καὶ ἐν δεσμῷ σιδηρῷ καὶ ἐν χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ ἕως οὖ ἑπτὰ καιροὶ ἀλλοιωθῶσιν ἐπʼ αὐτόν.

τοῦτο ἣ σύγκρισις αὐτοῦ, βασιλεῦ, καὶ σύγκριμα Ὑψίστου ἐστὶν ὃ ἔφθασεν ἐπὶ τὸν κύρίον μου τὸν βασιλέα,

καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν.