Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐν τῷ καταμετρεῖσθαι ὑμᾶς τὴν γῆν ἐν κληρονομίᾳ ἀφοριεῖτε ἀπαρχὴν τῷ κυρίῳ ἅγιον ἀπὸ τῆς γῆς, πέντε καὶ εἲκοσι χιλιάδας μῆκος καὶ εὖυος εἶκοσι χιλιάδας· ἅγιον ἔσται ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ κυκλόθευ.

καὶ ἔσται ἐκ τούτου ἁγιάσματα πεντακσιοι ἐπὶ πεντακοσίους τετρὶγωνον κυκλόθεν, καὶ πήχεις πεντήκοντα διάστημα [*](AQΓ) [*](22 ου] μη A om εις Γ Ισραηλ] pr οικου QΓ γενηται] + (sub ??) χηρα Q εξ ιερεως λημψονται] λημψ. εξ ιερεως Q 23 διδαξωσιν Q καθαρου και ακαθαρτου] καθαρου και αναμεσον ακαθαρτου A ακαθαρτου και καθαρου QΓ γνωρισουσιν Q 24 επι] περι QΓ τα δικαιω- ματα] pr και Γ δικαιωσουσιν] pr ?? Q? αγιασωσιν Q* ( σουσιν Qα) 25 ψυχη Q om και 2⁰ Q μητρι] pr επι BᵃᵇA επι 5⁰| επ Γ αδελφω] + αυτου A επι 6⁰| κπ Γfort 27 εισπορευωνται] εισπορευηται Q +(sub ?? ) εις το αγιον Q προσοισουσιν] προσοισει Q 28 οτι] pr ?? Q? ουτων] αυτοις A 29 αυτοι Q* (αυτοις Qᵃ) 30 απαρχαι] pr και A πανια] + υμων A δωσεται B*A (δωσετε BᵃᵇQ) X L V 1 εικοσι 2] δεκα Q πασιν AQ 2 αγιασματα] εiς αγιασμα AQ)

487
αὐτῷ κυκλόθεν.

καὶ ἐκ ταύτης τῆς διαμετρήσεως διαμετρήσεις [*](B) μῆκος πέντε καὶ εἴκοσι χιλιάδας καὶ εὗρος εἴκοσι χιλιάδας, καὶ ἐν αὐτῇ ἔσται ἅγια τῶν ἁγίων.

ἀπὸ τῆς γῆς ἔσται τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν τῷ ἁγίῳ, καὶ ἔσται τοῖς ἐγγίζουσι λειτουργεῖν τῷ κυρίῳ· καὶ ἔσται αὐτοῖς τόπος εἰς οἴκους ἀφαωρισμένους τῷ ἁγιασμῷ αὐτῶν,

εἴκοσι καὶ πέντε χιλιάδας μῆκος, καὶ εὖρος εἴκοσι χιλιάδες· καὶ τοῖς Λευείταις τοῖς λειτουργοῦσιν τῷ οἴκῳ αὐτοῖς εἰς κατάσχεσιν πόλεις τοῦ κατοικεῖν.

καὶ τὴν κατάσχεσιυ τῆς πόλεως δώσεις πέντε χιλιάδας εὖρος, καὶ μῆκος πέντε καὶ εἵκοσι χιλιάδας, ὃν τρόπον ἡ ἀπαρχὴ τῶν ἁγίων παντὶ οἴκῳ Ἰσραὴλ ἔσονται.

καὶ τῷ ἡγουμένῳ ἐκ τούτου καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τῶν ἁγίων, εἰς κατάσχεσιν τῆς πόλεως, κατὰ πρόσωπον τῶν ἀπαρχῶν τῶν ἁγίων καὶ κατὰ πρόσωπον τῆς κατασχέσεως τῆς πόλεως, τὰ πρὸς θάλασσαν καὶ ἀπὸ τῶν πρὸς θάλασσαν πρὸς ἀνατολάς· καὶ τὸ μῆκος ὡς μία τῶν μερίδων ἀπὸ τῶν ὁρίων τῶν πρὸς θάλασσαν, καὶ τὸ μῆκος ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τῆς γῆς.

καὶ ἔσται αὐτῷ εἰς κατάσχεσιν ἐν τῷ Ἰσραήλ, καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀφηγούμενοι τοῦ Ἰσραὴλ τὸν λαόν μου· καὶ τὴν γῆν κατακληρονομήσουσιν οἶκος Ἰσραὴλ κατὰ φυλὰς αὐτῶν.

Τάδε λέγει Κύριος θεός Ἱκανούσθω ὑμῖν, οἱ ἀφηγούμενοι τοῦ Ἰσραήλ· ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε, κρίμα καὶ δικαιοσύνην ποιήσατε· ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος θεός.

ζυγὸς δίκαιος καὶ μέτρον δίκαιον καὶ χοῖνιξ δικαία ἔστω ὑμῖν τοῦ μέτρου,

καὶ ἡ χοῖνιξ ὁμοίως μία ἔσται τοῦ λαμβάνειν· τὸ δέκατον τοῦ γόμορ χοῖνιξ, καὶ τὸ δέκατον τοῦ γόμορ. πρὸς τὸ γόμορ ἔσται τὸ ἴσον.

καὶ τὰ στάθμια εἴκοσι ὀβολοί, πέντε σίκλοι, πέντε καὶ σίκλοι, δέκα καὶ πεντήκοντα σίκλοι ἡ μνᾶ ἔσται [*](2 αυτω] ουτων A 3 διαμετρησεις] διαμετρησις A πεντε και εικοσι] AQ ε και εικ sup ras Bᵃb εικοσι 2⁰] δεκα Q αγια] το αγιασμα A pr το αγιασμα Q 4 απο] pr αγιον A et (snb) οι γ' ?? ) Q εγγιζουσιν AQ + εν αυτοις A 5 χιλιαδας] χιλιαδες AQ ευρος εικοσι χιλιαδες] εικοσι χιλ. ευρ. εσται A ευρ. δεκα χιλ. Q om και 30 A Λευιταις AQ 6 τροπον] + και A 7 προς ανατολας (1⁰)] pr τα A κατ ανατ. Q 9 Κυριος θεος (1⁰)] κς ο θς A κς κς Q Ισραηλ] + τον λαων μου· και την γην κατα- κληρονομησουσι οικος του Ιηλ Λ κριμα] pr και AQ εξαρατε] pr και A θεος 2⁰] pr ο AQ 10 ζυγον δικαιον ΑQ εστω] εσται A 11 χοινιξ 20] pr η A το δεκατον του γομορ]| το μετρον A του γομορ 2⁰] + (sub ?? ) του οιφι Q το ισον] om το A 12 τα σταθμια] om τα Q πεντε σικλοι...πεντηκοντα σικλοι] εικοσι σικλοι πε τε και εικοσι σικλοι (adnot πεντε και δεκα εις τους γʼ εγεγραπτο ӄ διωρθωσα πεντε ӄ εικοσι (Qmg) δεκα. και πεντε σικλοι Q οι ε’ σικλοι ε ӄ οι ι΄ σικλοι ι' ӄ ν΄ σικλοι Qmg vid πεντε 1⁰] pr οι A σικλοι 2⁰] pr οι δεκα A)

488
[*](B) ὑμῖν.

καὶ αὕτη ἡ ἀπαρχὴ ἣν ἀφοριεῖτε, ἕκτον μέτρον ἀπὸ τοῦ γόμορ τοῦ πυροῦ, καὶ τὸ ἔκτον αὐτοῦ τοῦ οἰφὶ ἀπὸ τοῦ κόρου τῶν κριθῶν.

καὶ τὸ πρόσταγμα τοῦ ἐλαίου κοτύλην ἐλαίου ἀπὸ δέκα κοτυλῶν, ὅτι αἱ δέκα κοτύλαι εἰσὶν γόμορ.

καὶ πρόβατον ἀπὸ τῶν προβάτων ἀπὸ δέκα, ἀφαίρεμα ἐκ πασῶν τῶν πατριῶν τοῦ Ἰσραήλ, εἰς θυσίας καὶ εἰς ὁλοκαυτώματα καὶ εἰς σωτηρίου, τοῦ ἐξιλάσκεσθαι περὶ ὑμῶν, λέγει Κύριος θεός.

καὶ πᾶς ὁ λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τῷ ἀφηγουμένῳ τοῦ Ἰσραήλ.

καὶ διὰ τοῦ ἀφηγουμένου ἔσται τὰ ὁλοκαυτώματα καὶ αἱ θυσίαι καὶ αἱ σπονδαὶ ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν πάσαις ταῖς ἑορταῖς οἴκου Ἰσραήλ· αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας καὶ τὴν θυσίαν καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σαωτηρίου, τοῦ ἐξιλάσκεσθαι ὑπέρ τοῦ οἴκου Ἰσραήλ.

Τάδε λέγει Κύριος θεός Ἐν τῷ πρώτῳ μηνὶ μιᾷ τοῦ μηνὸς λήμψεσθε μόσχον ἐκ βοῶν ἄμωμον τοῦ ἐξιλάσασθαι τὸ ἅγιον.

καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ ἐξιλασμοῦ, καὶ δώσει ἐπὶ τὰς φλιὰς τοῦ οἴκου καὶ ἐπὶ τάς τέσσαρας γωνίας τοῦ ἱεροῦ καὶ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπὶ τὰς φλιὰς τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτἐρας.

καὶ οὕτως ποιήσεις ἐν τῷ ἑβδόμῳ μηνὶ μιᾷ τοῦ μηνὸς παρʼ ἑκάστου ἀπόμοιραν, καὶ ἐξιλάσεσθε τὸν οἶκον.