Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὅτι τὰ ἔρημά σου καὶ τὰ κατεφθαρμένα καὶ τὰ πεπτωκότα, νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.

ἐροῦσιν γὰρ εἰς τὰ ὧτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω.

καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέν μοι ; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;