Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

λέγων Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἑζεκίας κλαυθμῷ μεγάλῳ.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἠσαίαν λέγων

Πορεύθητι καὶ εἰπὸν Ἑζεκίᾳ Τάδε λέγει Κύριος ὁ θεὸς Δαυεὶδ τοῦ πατρός σου Ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε·