Odae
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1905
Κύριε ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
οἱ δε νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν· διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας, καὶ ᾖρας πᾶν ἄρσεν αὐτῶν.
πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες κακὰ ἐπὶ τοῖς ἐνδόξοις τῆς γῆς
Κύριε, ἐν θλίψει ἐμνήσθην σου· ἐυ θλίψει μικρῷ ἡ παιδία σου ἡμίν.
καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὤδῖνι αὐτῆς ἐκέκραξεν. οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.
διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὼδινήσαμεν καὶ ἐτέκομεν· πνεῖμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς· οὐ πεσούμεθα, ἀλλά πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
ἀυαστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐυ τοῖς μνήμασιν, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γάρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
βάδιζε, λαός μου, εἴσελθε εἰς τά ταμεῖά σου. ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.