Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ.
  • καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ εἰς χέρσον ἄκανθα·
  • καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.
  • ὁ γὰρ ἀμπελὼν Κυρίου σαβαὼθ οἶκος Ἰσραήλ ἐστιν,
  • καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον·
  • καὶ ἔμεινα τοῦ ποιῆσαι κρίσιν,
  • ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν.
  • καὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν,
  • καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφελοῦνται,
  • μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς
  • ἠκούσθη γὰρ ταῦτα πάντα εἰς τὰ ὦτα Κυρίου σαβαώθ.¶
  • [*](¶ R)

    Δ΄ (β)

    [*](IVb)
  • § Προσευχὴ Ἠσαίοι.
  • [*](A § A)[*](Ιsa.)

  • Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός.
  • διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς·
  • δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
  • [*](IVᵃ [δ΄] R 2 εφυτευσα R¹ 6 ακανθη R 8 επι της γης AR paene evan in R IVb δ΄ A | Ησαιου] Εζεκιου A)
    820
    [*](A)

  • πέπαυται γὰρ ὁ ἀσεβής· οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς.
  • ἀλήθειαν οὐ μὴ ποιήσει
  • ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου
  • Κύριε, ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ᾔδεισαν,
  • γνόντες δὲ αἰσχυνθήτωσαν·
  • ζῆλος λήμψεται λαὸν ἀπαίδευτον,
  • καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
  • Κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν·
  • πάντα γάρ ἀπέδωκας ἡμῖν.