Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • πλήρεις ἄρτων ἠλαττώθησαν,
  • καὶ οἱ πεινῶντες παρῆκαν γῆν.
  • ὅτι στεῖρα ἔτεκεν ἑπτά,
  • καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν.
  • [*](§Τ)

  • Κύριος θανατοῖ καὶ ζωογονεῖ
  • κατάγει εἰς ἅδοῦ καὶ ἀνάγει.
  • Κύριος πτωχίζει καὶ πλουτίζει,
  • ταπεινοῖ καὶ ἀνυψοῖ
  • ἀνιστᾷ ἀπὸ γῆς πένητα,
  • καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχόν·
  • τοῦ καθίσαι αὐτὸν μετὰ δυναστῶν λαοῦ,
  • καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.
  • διδοὺς εὐχὴν τῷ εἰχομένῳ.
  • καὶ εὐλόγησεν ἔτη δικαίου.
  • ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ·
  • Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ·
  • Κύριος ἄγιος.
  • μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ,
  • καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ,
  • καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ-
  • ἀλλʼ ἡ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος.
  • συνίειν καὶ γινώσκειν τὸν κύριον,
  • καὶ σοιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.
  • Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἐβρόντησεν·
  • αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὧν.
  • καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν.
  • [*](¶AΤ)
  • καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ