Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • μεθύσω τὰ βέλη μου ἀφʼ αἵματος,
  • καὶ ἡ μάχαιρά μου καταφάγεται κρέα,
  • ἀφʼ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας,
  • ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν.
  • εὐφράνθητε, οὐρανοί, ἄμα αὐτῷ,
  • καὶ προσκυνησάτωσαν αὐτῷ πάντες οἱ ἄγγελοι θεοῦ·
  • εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ,
  • καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ·
  • ὅτι τὸ αἶμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται,
  • καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς·
  • καὶ τοῖς μισοῦσιν ἀνταποδώσει δίκην,
  • καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.
  • ροσευχὴ Ἄννας μητρὸς Σαμουὴλ.
  • [*](Regn.)

  • Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίχ·,
  • [*](ii.)
  • ὑψώθη κέρας μου ἐν θεῷ μου·
  • [*](—10)
  • ἐπλατύνθη ἐπʼ ἐχθρούς μου τὸ στόμα μου,
  • ηὐφράνθην ἐν σωτηρίᾳ σου.
  • ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος.
  • καὶ οὐκ ἔστιν δίκαιος ὡς ὁ θεὸς ἡμῶν,
  • οὐκ ἕστιν ἄγιος πλὴν σοῖ.
  • μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλά,
  • μηδέ ἐξελθάτω μεγαλορημοσύνη ἐκ τοῦ στόματος ὑμῶν·
  • [*](40 ομνουμαι R την δεξιαν μ. R 41 om και εκδικησει R ανταποδωσω R bis εχθροις] μου R μισουσιν] + με R 42 φαγεται R om εθνων R 43 αυτω 2⁰] αυτον R οι αγγελοι] υιοι R υιοι] οι αγγελοι R εκδικαται R om δικην 2⁰ R αυτου 30] + (44) και εγραψεν Μρουσης την ωδην ταυτην εν εκεινη τη ημερα και εδιδαξεν αυτην τοις υιοις Ισραηλ εως εις τελος R III ([ς΄] T) om μητρος Σαμουηλ 2 om και ουκ εστιν δικαιος ως θεος ημων R 8 μηδε] και μη R)
    818
    [*](A)
  • ὅτι θεὸς γνώσεων Κύριος,
  • καὶ θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.
  • τόξον δυνατῶν ἠσθένησεν,
  • καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.