Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1905
αὐτοὶ παρεζήλωσάν με ἐπʼ οὐ θεῷ,
παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν·
κἀγὼ παραζηλώσω αὐτοὺς ἐπʼ οὐκ ἔθνει.
ἐπ᾿ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
ὄτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου,
καυθήσεται ἕως ἄδου κάτω·
καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς,
φλέξει θεμέλια ὀρέων.
συνάξω εἰς αὐτοὺς κακά,
καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς.
τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων,
καὶ ὀπισθότονος ἀνίατος·
ὀδόντας θηρίων ἐξαποστελῶ εἰς αὐτούς,
μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς.
ξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα,
καὶ ἐκ τῶν ταμείων φόβος·
νεανίσκος σὺν παρθένῳ,
θηλάζων μετὰ καθεστηκότος πρεσβυτέρου.
εἶπα Διασπερῶ αὐτούς,
καταπαύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν·
εἰ μὴ δι᾿ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν.
καὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι·
μὴ εἴπωσιν Ἡ χεὶρ ἡμῶν ὑψηλὴ
καὶ οὐχὶ Κύριος ἐποίησεν ταῦτα πάντα.
ὅτι ἔθνος ἀπολωλεκὸς βουλὴν ἐστιν,
καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη.
οὺκ ἐφρόνησαν συνιέναι ταῦτα·
καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον.
πῶς διώξεται εἰς χιλίους.
καὶ δύο μετακινήσουσιν μυριάδας,
[*](20 εσχατων] εσχατου των ημερων R 21 θεω] θεσις R 22 κατω] R κατωτατου R καταφαγεται] pr και R γην] pr την R 23 εις 1⁰] επ 24 λοιμω R vid αποστελλω R 26 παυσω R 27 μακροχρονιουσιν R om και 1⁰ R μη 4] + ποτε R 29 ταυτα c seqq coniunx R)
[*](R)[*](30 ει] pr και R απεδοτο R 31 οτι ουκ εστιν ο θεος ημων ως οι θεοι ουτων R 34 ουχι] ουκ ιδου R om πανια R 36 παρακλη- σεται R (θη superscr R¹) παραλελυμενους αυτους R εκλελοιποντας (ut vid) R απαγωγη R παρειμενους] απαγομενους ᵛⁱᵈ 38 om τον οινον αναστητωσαν] + νυν R 39 εστιν] εσται R ο] ος A R εκ των χιρων μου εξαιρ.] εξελειται εκ τ. χ. μου R 40 ουρανον] + ανω R την χειρα] τας χειρας)