Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν,
  • [*](B)
  • καὶσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ·
  • ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετʼ αὐτοῦ,
  • οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ εὐτοῦ.
  • αὐτὸς δέ ἐστιν οἰκτίρμων
  • καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν,
  • καὶ οὐ διαφθερεῖ
  • καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ,
  • καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ.
  • καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιν.
  • πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον.
  • ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ,
  • παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ;
  • καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν θεόν,
  • καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν.
  • οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ,
  • ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίδοντος·
  • ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ,
  • καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως·
  • καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν,
  • καὶ τὰ ὀμβρήματα αὐτῶν ὅπως μὴ πίωσιν·
  • ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτούς,
  • καὶ βάτραχον καὶ διέφθειρεν αὐτούς·
  • καὶ ἔδωκεν τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν,
  • καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι·
  • ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν,
  • καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ·
  • καὶ παρέδωκεν ἐν χαλάζῃ τὰ κτήνη αὐτῶν.
  • καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί
  • ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ,
  • θυμὸν καὶ ὀργὴν καὶ θλίψιν,
  • ἀποστολὴν δι᾿ ἀγγέλων πονηρῶν·
  • ὡδοποίησεν τρίβον τῇ ὀργῇ αὐτοῦ,
  • [*](36 αυτω] αυτον T 37 ευθια T 38 οικτειρμων U+05D0 | ιλασηται U+05D0RT | T | διαφθιρει T | πληθυνω R* 40 γη ανυδρω] τη ερημω U+05D0 γη αν. | U+05D0 c.ᵃ) 41 επειρασαντο R 42 ουκ] pr και R | om ης R | χειρὸς 2⁰) ρος (sic) U+05D0 | θλιβοντων U+05D0 46 τον καρπον] τους καρπους T 47 συκα- μινας R 48 εν χαλάζῃ] εις αιχμαλωσαν U+05D0* εις χαλαζαν U+05D0c.ᵃT εις αν χ. R | υπαρξιαν R 49 εξαπεστειλ sup ras U+05D0¹ 50 οδοποιησεν U+05D0T)
    318
    [*](B)
  • οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν,
  • καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισεν·