Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • διὰ τοῦτο ἤκουσεν Κύριος καὶ ἀνεβάλετο,
  • καὶ πῦρ ἀνήφθη ἐν Ἰακώβ,
  • καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ·
  • ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ θεῷ,
  • οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ.
  • καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν,
  • καὶ θύρας οὐρανοῦ ἠνέῳξεν·
  • καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν,
  • καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς·
  • ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,
  • ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν.
  • καὶ ἐπῆρεν νότον ἐξ οὐρανοῦ,
  • καὶ ἐπήγαγεν ἐν τῇ δυναστίᾳ αὐτοῦ λίβα,
  • καὶ ἔβρεξεν ἐπʼ αὐτοὺς ὡσεὶ χοῦν σάρκας,
  • καὶ ὁὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά·
  • καὶ ἐπέπεσον εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν,
  • κύκλῳ τῶν σκηνωμάτων αὐτῶν.
  • καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν σφόδρα,
  • καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς.
  • οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν·
  • ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν,
  • καὶ ὀργὴ τοῦ θεοῦ ἀνέβη ἐπʼ αὐτοὺς
  • καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν,
  • καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν.
  • ἐν πᾶσιν τούτοις ἥμαρτον ἔτι,
  • καὶ οὐκ ἐπίστευσαν τοῖς θαυμασίοις αὐτοῦ·
  • καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν,
  • καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.
  • ἄταν ἀπέκτεννεν αὐτοὺς ἐζήτουν αὐτόν,
  • καὶ ἐπέστρεφον καὶ ὥρθριζον πρὸς τὸν θεόν·
  • καὶ ἐμνήσθησαν ὅτι ὁ θεὸς βοηθὸς αὐτῶν ἐστιν,
  • καὶ ὁ θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν.