Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους Βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν.

ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν.

καὶ νῦν ἐνμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ ἀνθʼ ὦν ποιεῖτε μεθʼ ἡμῶν.

καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλά, καὶ δώσομεν ὑμῖν δόματα.

καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀφίημι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῶν φόρων καὶ τῆς τιμῆς τοῦ ἁλός, καὶ ἀπὸ τῶν στεφάνων·

καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς, καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν, ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα, τοῦ [*](15 τας ανδραγαθιας (-θειας A)] τανδρ inceb U+05D0* (τας ανδρ. U+05D0¹) om ους U+05D0V εσχοσαν U+05D0* (hab ους εσχον U+05D0c.a V) 16 τοιουτον] τον V ποιησομεν U+05D0V συνμαχο U+05D0 17 επιστ.] pr τας V αυτω] αυτου U+05D0* (-τω U+05D0c.ᵃ) 18 τω αδελφω] αδελφω τω U+05D0* τω αδελφω τω U+05D0c.b om χαιρειν V 19 αγαθος] δυνατος U+05D0 δυν. ει V ει του ειναι] ειναι U+05D0* του superscr ante ειναι U+05D0c.a εις το ειν. V 20 βασιλεως] pr του U+05D0 | καλεισθαι] κεισθαι σε U+05D0* καλεισθαι σε U+05D0c.a V απεστειλεν U+05D0V χρυσουν] + και λεγων U+05D0c.ᵃ φιλιας U+05D0 21 εξη- κοστου κ. εκατοστου] ζ΄ και ρ΄ U+05D0* ξ΄ και ρ΄ U+05D0c.a σκηνοπ.] pr της V 23 εποιησας U+05D0 | προεφθασεν U+05D0V om ημας…τοις Ιουδ. V ο A λεξ.] om ο U+05D0 24 αυτοις καγω U+05D0 | δοματος U+05D0 25 επεστειλεν U+05D0V om των V 26 επει συνετηρησατε] επι συνετ. (? επισυνετ.) U+05D0A V (επει συνει. Vᵃ) τας προς ημας] τα προς τασσμας U+05D0* (τας improb U+05D0¹c.a c.ᵇ τας πρ. ημ. U+05D0c.ᵃ) ενεμεινατε] ενετιλατο U+05D0* (ενεμιναται U+05D0c.a) 27 om και 1⁰ U+05D0 | νυν] + ουν V* εμειν. V* εμμ. Vᵃ του συντηρησοι] συντηρησοι τι U+05D0 30 τους καρπους A* του καρπου A? om μοι V)

634
[*](Α) λαβεῖν ἀπὸ τῆς γῆς Ἰούδα, καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρίτιδος καὶ Γαλιλαίας, ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον.

καὶ Ἰερουσαλὴμ ἤτω ἁγία καὶ ἀφιεμένη καὶ τὰ ὅρία αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη.

ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ἰερουσαλήμ, καὶ δίδωμι τῷ ἀρχιερεῖ ὅπως ἂν καταστῇ ἐν αὐτῇ ἄνδρας, οὓς ἂν ἐκλέξηται αὐτός, τοῦ φυλάσσειν αὐτήν.

καὶ πᾶσαν ψυχὴν Ἰουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς Ἰούδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν· καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ κτηνῶν αὐτῶν.

καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδιγμέναι, καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς ἡμέραι μετὰ ἑορτήν, ἔστωσαν πᾶσαι αἱ ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσι τοῖς Ἰουδαίοις τοῖς οὖσιν ἐν πάσῃ τῇ βασιλείᾳ μου.

καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος.

καὶ προγραφήτωσαν τῶν Ἰουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένιά, ὡς καθήκει πάσαις ταῖς δυνάμεσιν τοῦ βασιλέως.