Machabaeorum i
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ κατέλειπεν ἕκαστος τὸν τόπον αὐτοῦ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.
πλὴν ἐν Βεθσούροις ὑπελείφθησάν τινες τῶν καταλειπόντων τὸν νόμον καὶ τὰ προστάγματα· ἦν γὰρ αὐτοῖς φυγαδευτήριον.
Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἀλέξανδρος τὰς ἐπαγγελίας ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ἰωναθάν, καὶ διηγήσαντο [*](U+05D0V)[*](73 Μαχμαις Vᵃ ηφανιζεν V X 1 εξηκοστω και εκατ] ξ΄ και ρ΄ U+05D0 | Πτολεμαιδαν A (IΙολ. A* τ superscr ct αι sup ras Aᵃ?) | επεδεξατΑεπεξαντο U+05D0* απεδεξατο U+05D0c.a απεδεξαντο V 3 προς Ιων. επιστολας Δημητριος] Δημη- τριος προς Ιων. απ επιστολας U+05D0 (απ pro επ incep U+05D0* improb) U+05D0¹) V | μεγαλυν- θηναιU+05D0 4 ειρηνηνθειναι] ειρηνευθηναι V αυτων] αυτον Vᵃ 5 εθνος] γενος V om αυτου 2°U+05D0V 6 εδωκαν V δυναμις V* om και 2⁰ V 7 εν] εις U+05D0V 8 αυτοις] αυτω U+05D0V δυναμεις (-μις A)] δυναμιν U+05D0* (-μεις U+05D0c.a c.b) V 9 τα ομ.] om τα V | απεδωκαν] εδωκεν U+05D0 | αυτων] αυτου U+05D0* (-των U+05D0c.a, c.ᵇ) 10 ωκησεν] ηκουσεν A 11 το ορος] om το U+05D0* (hab U+05D0c.ᵇ) | τετραγωνων (γων sup ras Aa)] τετραποδων U+05D0*V -πεδων U+05D0c.b εις] pr και U+05D0* (improb U+05D0c.b ⁽ᵛⁱᵈ) εποιησεν U+05D0V 12 ο Βακχ.] om ο U+05D0* (hab U+05D0c.a) 13 κατελιπεν U+05D0 | τον τοπον] τονον V* (τον τοπ. Vᵃ) 14 Βαιθσουροις U+05D0V2? -ρος V* καταλιποντων U+05D0Vᵃ om αυτοις U+05D0V φυγαδευτηριον] pr εις U+05D0V 15 Αλεξ- ανδρος ο βασ. U+05D0V διηγησατο U+05D0* (-σαντο U+05D0c.a))
καὶ εἶπεν Μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσαωμεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν.
καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων
Βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ἰωναθὰν χαίρειν.
ἀκηκόαμεν περὶ σοῦ, ὅτι ἀνὴρ ἀγαθὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν φίλος.
καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου, καὶ φίλον βασιλέως καλεῖσθαι— καὶ ἀπέστειλαν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν—καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίαν πρὸς ἡμᾶς.
καὶ ἐνεδύσατο Ἰωναθὰν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἐξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας, καὶ συνήγαγεν δυνάμεις, καὶ κατεσκεύασεν ὅπλα πολλά.
Καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους, καὶ. ἐλυπήθη, καὶ εἶπεν
Τί τοῦτο ἐποιήσαμεν, ὅτι προέφθακεν ἡμᾶς ὁ Ἀλέξανδρος τοῦ φιλίαν καταλαβέσθαι τοῖς Ἰουδαίοις εἰς στήριύμας
γράψω κἀγὼ αὐτοῖς λόγους παρακλήσεως καὶ ὕψους καὶ δομάτων, ὅπως ὦσιν σὺν ἐμοὶ εἰς βοήθειαν.