Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
- ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου,
- καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου,
- καὶ ἀποδώσω δίκην τοῖς ἐχθοῖς,
- καὶ τοῖς μισοῦσιν ἀνταποδώσω·
- μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος
- τραυματιῶν καὶ αἰχμαλωσίας,
- ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν.
Καὶ ἔγραψεν Μωσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ· καὶ εἰσῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὧτα τοῦ λαοῦ, αὐτὸς καὶ ησοῦς ὁ τοῦ Ναυή.
καὶ ἐξετέλεσεν Μωυσῆς λαλῶν παντὶ Ἰσραήλ·
καὶ εἶπεν πρὸς αὐτούς προσέχετε τῆ καρδίᾳ ἔπι πάντας τοὺς λόγους τούτους οὓς ἐγὼ διαμαρτύρομαι ὑμῖν σήμερον, ἃ ἐντε- [*](AF) [*](39 ἀποκτενῶ AF | κἄγω] κα ἐγὼ F 41 χεὶρ] χ sup ras Bab | 20] + κ εκδικησει A a? mg | ἀποδώσω] ανταποδ. AF | μισοῦσιν BF*vid] + με Α μισοῦσι με F1 vid 42 αἵματος] + καὶ η μάχαιρα μου καταφάγεται κρέα ἀφ’ αἵματος AF | εχθρων] ἐθνῶν Α 43 ἀυτῶ 1°] + πάντες Α | υἱοὶ] αγγελοι F | ἀυτῶ ο] αὐτοὺς Α* αὐτὸ Λῆ F | ἐκδικᾶται] ἐκδικεῖται Α F | εχθροις] + αυτου AF | om Κυριος F 44 Μωσης] Μωυσης AF | εισηθεν] προσῆλθεν AF | Μωυσῆς] + πρὸς ’τον λαὸν AF 45 ἐξετέλεσεν] συνετέλεσεν AF | λάλων] + τοὺς λόγους τούτους AF 46 καρδία] + ὑμῶν AF)
ὅτι οὐχὶ λόγος κενὸς οὗτος ὑμῖν, ὅτι αὕτη ἡ ζωὴ ὑμῶν, καὶ ἕνεκεν τοῦ λόγου τούτου μακροημερεύτσετε ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι.
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἡμέρᾳ ταύτῃ λέγων
Ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρείν, τοῦτο ὄρος Ναβαὺ ὅ ἐστιν ἐν γῇ Χανάαν κατὰ πρόσωπον Ἰερειχώ, καὶ ἴδε τὴν γῆν Χανάαν ἢν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραήλ·
καὶ τελεύτα ἐν τῷ ὄρει εἰς ὃ ἀναβαίνεις ἐκεῖ, καὶ προστέθητι πρὸς τὸν λαόν σου, ὅν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὥρ τῷ ὄρει καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
ὅτι ἠπειθήσατε τῷ ῥήματί μου ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τοῦ ὕδατος Ἀντιλογίας Καδὴς ἐν τῇ ἐρήμῳ Σεῖν, διότι οὐχ ἡγιάσατέ με ἐν τοῖς υἱοῖς Ἰσραήλ.
ἀπέναντι ὄψῃ τὴν γῆν, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.