Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
- οὐκ ἐφρόνησαν συνιέναι·
- ταύτα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον,
- πῶς διώξεται εἷς χιλίους,
- εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτούς,
- καὶ Κύριος παρέδωκεν αὐτούς;
- ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν.
- οἱ ’δε ἐχθροὶ ἤμων ανοητοι.
- ἐκ ἦκ’ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν,
- καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας·
- σταφυλὴ αὐτῶν σταφυλὴ
- βότρυς πικρίας αὐτοῖς·
- θυμὸς δρακόντων ὁ οἶνος
- καὶ θυμὸς ἀσπίδων ἀνίατος.
- οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοί,
- καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου;
- ἐν ἡμέρᾳ ἐκδικήσεω
- ὅταν σφαλῇ ὁ ποὺς
- ὅτι ἐγγὺς ἡμέρα ἀπωλίας αὐτοῖς,
- καὶ πάρεστιν ἕτοιμα ὑμῖν.
- ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ,
- καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ
- ἴδεν γὰρ παραλελυμένους αὐτοὺς
- καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ
- καὶ εἶπεν Κύριος Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν,
- ἐφ’ οἷς ἐπεποίθεισαν ἐπ’ αὐτοῖς ;
- ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε
- καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν. [*](27 ινα 2°] pr καὶ AF | η ηψηλη] om η AF* (superscr F1) | πάντα ταύτα F AF 28 εθνος] pr ὅτι AF 29 συνιεναι ταύτα· καταδεξ. AF 30 Κυριος] pr ο A | παρεδω|κ.αυτους F 32 σταφύλη 1°] pr η AF 35 ὅταν] pr ἐν AF | αυτων ἀυτῶν AF 36 ἔιδεν AF 37 θέοι ἀυτῶν] θεοισαυτων (sic) Α 38 ἀυτῶν ο] ἀυτῶ Α* (αυτων | ἐσθίετε)
- ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν,
- καὶ γενηθήτωσαν ὑμίν σκεπασταί.
414
[*](B)- ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι,
- καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ·
- ἐγὼ ἀποκτέννω καὶ ζῆν ποιήσω·
- καὶ οὐκ ἐστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου
- ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου,
- καὶ ὀμοῦμαι τὴν δεξιάν μου
- καὶ ἐρῶ Σῶ ἐγὼ εἰς τὸν αἰῶνα·