Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Ἄραβά, εἰς ὄρος καὶ πεδίον, καὶ πρὸς λίβα καὶ παραλίαν γῆν χαναναίων καὶ Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου.

ἴδετε παραδέδωκεν ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ’ αὐτούς.

καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καίρῳ ἐκείνῳ λέγων Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς.

Κύριος ὁ θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει·

Κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν [*](Inscr δευτερονόμιον BAF*?1? | 1 Ι 1 ουτοι] pr καὶ Α 2 ἐν] ἐκ AF | AF οδος ὀδὸν Flvld 3 τεσσαρακοστῷ Bb | υιους] pr τοὺς F | ἀυτῶ κݲςݲ . F)] pr τῶν 7 ορος 1°] Pr τὸ F | Χαναναιων] ’ναι sup ras pr ποταμοῦ BabF 8 παραδέδωκα AF θέντ’ tyj εἰσελθόντες AF I Ισαακ] pr τὼ BabAF | Ιακωβ] pr 10 ὑμῶν] ἤμων Α | ἔσται Α | ὤσει] ὡς F* εἰ superscr F1))

340
[*](B) ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογήσαι ὑμὰς καθοτ ἐλάλησεν ὑμῖν.

πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν ;

δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν, καὶ καταστήσω ἐφ’ ὑμῶν μῶν ἡγουμένους ὑμῶν.

καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας ποιῆσαι.

καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ’ ὑμῶν, καὶ ἑκατοντάρχους καὶ δεκαδάρχους γραμματοεισαγωτοῖς κριταῖς ὑμῶν.

καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ νὼ λέγων Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ.

οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει· κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστίν· καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ᾐ ἀφ’ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπ’ ἐμέ, καὶ ἀκούσομαι ὑμῶν.

καἴ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους οὓς ποιήσετε.

καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Καδὴς Βαρνή.

καὶ εἶπα πρὸς Ἤλθατε ἕως τοῦ ὄρους τοῦ Ἀμορραίου, ὃ ὁ κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν·

ἴδετε παραδέδωκεν ὑμῖν κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπεν Κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε.

καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε᾿ Ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν καὶ ἐφοδευσάτωσαν ἡμὶν τὴν γῆν, καὶ άοαγγεθκάτωσαν ἡμῖν ἀπόκρισιν, τὴν ὁδὸν δι’ ἧς ἀναβησόμεθα ἐν καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς.

καὶ ἤρεσεν [*](AF) [*](11 ὡς ἐστε] ὡς ἔσται Α ὥστε F ἐς superscr F1) 12 φέρειν μονος Α 13 ἑαυτοῖς] αὐτοῖς F* ε superscr F1) | καταστησω] + αὐτοὺς AF | ἐφ’ υμων ἡγουμένους] ἐφ’ ὑμὰς ηγο sup ras Aa 14 ακριθητε F* απεκρ. F1?a 15 ἡγεῖσθε Α | εκατοναρχ. F* εκατοντ. Fa) | δεκαδάρχους] pr πεντηκονταρ χοῦς καὶ BabAF 16 κρίνετε AF | ἀδελφοῦ] του ἀδελφοῦ αὐτοῦ Al 17 επιγνωση] ἐπιγνώσεσθε Α | η σκληρὸν Α | ὑμῶν °] αὐτὸ AF 18 πὰν τὰς τους] τοὺς πάντας AF 19 Χωρηβ] Σοχωθ Α | ο θεὸς F1vid(mg) (01 F*) 20 του ὄρους] om του AF | ὕμιν] ἥμιν Α 21 om υμιν i AF | ἤμων °] ὑμῶν AF | κληγρονμησατε] κληρονομεῖτε AF | ἤμων 2°] AF | δειλιάσητε Bab διλ. B* δῆλ’. F) διλιασηται Α 22 om μοι F (superscr F1) | ἀποστείλατε F* αποστειλωμεν F1 mg) αναγγειλ. BabAF | εἰσπορευόμεθα AF)

341
ἐναντίον μου τὸ ῥῆ μὰ, καὶ ἔλαβον ἐξ ὑμῶν ιβ΄ ἄν·δρας, ἄνδρα ἕνα κατὰ [*](Β) φυλήν.

καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος, καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος, καὶ κατεσκόπευσαν αὐτήν.

καὶ ἐλάσον ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ἡμᾶς, καὶ ἔλεγον Ἀγαθὴ ἡ γῆ ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν.

καὶ οὐκ ἠθελήσατε ἀναβῆναι, καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ἡμῶν·