Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
OYTOI οἱ λόγοι οὓς ἐλάλησεν Μωυσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ [*](Β) Ἰορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ Φαρᾶν Τόφολ καὶ λοβὸν καὶ Αὐλῶν’ καὶ Καταχρύσεα·
ἕνδεκα ἡμερῶν ἐν Χωρὴβ ὁδὸς ἐπ’ ὄρος Σηεὶρ ἕως Καδὴς Βαρνή.
καὶ ἐγενήθη ἐν τῷ τεσσερακοστῷ ἔτει, ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνός, ἐλάλησεν Μωυσῆς πρὸς πάντας υἱοὺς Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος αὐτῷ πρὸς αὐτούς,
μετὰ τὸ πατάξαι Σηὼν βασιλέα Ἀμορραίων τὸν κατοικήσαντα ἐν Ἑσεβὼν καὶὪγ βασιλέα τῆς βασᾶν τὸν κατοικήσαντα ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδράειν,
ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ Μωὰβ ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων
κύριος ὁ θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ λέγων Ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῶ ὄρει τούτῳ·