Leviticus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ σκεῦος ὀστράκινον οὗ ἐὰν ἐψεθῇ ἐν αὐτῷ συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψεθῇ, ἐκτρίψει αὐτὸ καὶ ἐκκλύσει ὕδατι.
πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσιν φάγεται αὐτά· ἅγια ἁγίων ἐστὶν κυρίου.
καὶ πάντα τὰ περὶ τῆς ἁμαρτίας ὦν ἐὰν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, οὐ βρωθήσεται, ἐν πυρὶ κατακαυθήσεται.
Καὶ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς π λημμελίας· ἅγια ἁγίων ἐστίν.
ἐν τόπῳ οὗ σφάζουσιν τὸ ὁλοκαύτωμα σφάξουσιν τὸν κριὸν τῆς πλημμελίας ἔναντι κυρίου, καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ·
καὶ πᾶν τὸ στέαρ αὐτοῦ προσοίσει ἀπ’ αὐτοῦ, καὶ τὴν ὀσφὺν καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων,
καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς, περιελεῖ αὐτά·
καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τῷ κυρίῳ· περὶ πλημμελίας ἐστίν.
πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτά, ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά· ἅγια ἁγίων ἐστίν.
ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας, οὕτω καὶ τὸ τῆς πλημ- μελίας, νόμος εἷς αὐτῶν· ὁ ἱερεὺς ὅστις ἐξιλάσεται, ἐν αὐτῷ ἔσται.
καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου, τὸ δέρμα τῆς ὁλοκαυτώσεως ἧς αὐτὸς προσφέρει αὐτῷ ἔσται.
καὶ πᾶσα θυσία ἥτις ποιηθήσεται ἐν τῶ κλιβάνῳ, καὶ πᾶσα ἥτις ποιηθήσεται ἐπ’ ἐσχάρας ἢ ἐπὶ τηγάνου, τοῦ ἱερέως τοῦ προσφέροντος αὐτήν, αὐτῷ ἔσται.
καὶ πᾶσα θυσία ἀναπεποιημένη ἐν ἐλαίῳ καὶ μὴ ἀναπεποιημένη πᾶσι τοῖς υἱοῖς Ἀαρὼν ἔσται, ἑκάστῳ τὸ ἴσον.
Οὖτος ὁ νόμος θυσίας σωτηρίου ἣν προσοίσουσιν Κυρίῳ.
ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν, καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν [*](AF 27 ὃς ἔαν] ο ἀν’ F 28 εψεθη BAF (bis) | ἐν ἀυτῶ συντριβήσεται | om ἐν l ἀυτῶ B* vid (v αυτω | συν B ab mgg) Α | ἐκκλύσει] κλυσει F 29 κυρίου] τὼ F 30 ἔαν] ἀν’ AF [ τὼ αγιω] τόπω αγιω Α | κατακαυθήσεται] κατακαησεται | F 32 σφάξουσιν F* (σφας. F1 mg) | τὸ ὁλοκαύτωμα] τὰ ὁλοκαυτῶ μάτα F 33 ἐνδόσθια] ενδοσθιαια B ab vid 35 κάρπωμα] + ὀσμὴν εὐωδίας F 1 τὼ κυρίω] om τὼ F 36 ἔδονται] ἔδεται F 37 εσται] pr ἀυτῶ F 39 τὼ κλιβάνῳ] om τὼ F | πάσα 2ο] + θυσία F | om η Α 40 om αναπεποιημενη 2ο Α VII 2 μὲν] μέντοι Α)
ἐπ᾿ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου.
καὶ προσάξει ἱν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ ἀφαίρεμα κυρίῳ· τῷ ἱερεῖ τῷ π προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου, αὐτῷ ἔσται·
καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου, αὐτῷ ἔσται· καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται, οὐ καταλείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί.
κἄν εὐχὴν ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἄν ἡμέρᾳ π ροσαγάγῃ τὴν θυσίαν αὐτοῦ, βρωθήσεται, καὶ τῇ αὔριον·
καὶ τὸ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται.