Genesis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἑλαβεν δὲ βού- τυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησεν, κα παρέθηκεν αὐτοῖς, καὶ ἐφάγοσαν· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.
εἶρεν δὲ πρὸς αὐτόν Ηοῦ Σάρρα ἡ γυνή σου ; ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἴδου ἐν τῇ σκηνῇ.
εἶρεν δέ Ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἔξει υἱὸν Σάρρα ἡ γυνή σου. Σάρρα δὲ ἤκουσεν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ.
Ἀβραὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν· ἐξέλειπεν δὲ Σάρρᾳ γίνεσθαι τὰ γυνοίκια.
ἐγέλασεν δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος.
καὶ εἶπεν Κύριος πρὸς Ἀβραάμ ὅτι ἐγέλασεν Σάρρα ἐν ἑαυτῇ λέγουσα Ἀρά γε ἀληθῶς τέξομαι ; ἐγὼ δὲ γεγήρακα.
μἠ ἀδυνατεῖ παρὰ τῷ ; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάρρᾳ υἱός.