Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ὤφθη δὲ αὐτῷ ὁ θεός πρὸς τῇ δρυὶ τῇ Μαμβρή καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.

ἀναβλἐψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ ἴδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες ἰστήκεισαν ἐράνω αὐτοῦ. καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκη§ [*](§ D) νῆς αὐτοῦ, καὶ § προσεκύνησεν ἐπὶ τὴν γῆν·

καὶ εἶπεν Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου.

λημφθήτω δὴ ὕδωρ, καὶ νιψάτω τοὺς πόδας ὑμῶν· καὶ καταψύξατε ὑπὸ τὸ δένδρον.

καἰ λήμψομαι ἄρτον, καὶ φάγεσθε· κα μετὰ τοῦτο παρε· [*](D) [*](20 αὐτὸν Ι 0] inter αὖ et ’τον ras 14 vel 15 litt Α κα αὐξάνω αὐτὸν bis scr A *vid XVIII 2 κυνησεν D 3 παιδα] δοῦλον D 4 νιψατωσαν D sil ’σαν Dsil)

27
λεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα [*](Α) ὑμῶν. καὶ εἶπεν οὕτως ποίησον καθὼς εἴρηκας.

καὶ ἔσπευσεν Ἀβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάρραν καὶ εἶπεν αὐτῇ Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας.

καὶ εἰς τὰς βόας ἰδραμεν Ἀβραάμ, καὶ ἔλαβον μοσχάριον ἁπαλὸν καὶ καλόν, κα ἔδωκεν τῶ παιδί, καὶ ἐτάχυνεν τοῦ ποιῆσαι αὐτό.