Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Κρόνος μὲν γὰρ ἐπισχὼν συναφὴν περιποιεῖ γυναῖκας ἐπιπόνους καὶ αὐστηράς, Ζεὺς δὲ σεμνὰς καὶ οἰκονομικάς, Ἄρης δὲ θρασείας καὶ ἀνυποτάκτους, Ἀφροδίτη δὲ ἱλαρὰς καὶ εὐμόρφους καὶ ἐπιχαρίτους, Ἑρμῆς δὲ συνετὰς καὶ ὀξείας, ἔτι δὲ Ἀφροδίτη μετὰ μὲν Διὸς ἢ Κρόνου ἢ μεθ’ Ἑρμοῦ βιωφελεῖς καὶ φιλάνδρους καὶ φιλοτέκνους, μετὰ δὲ Ἄρεως θυμικάς καὶ ἀστάτους καὶ ἀγνώμονας.