Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
ἔπειτα, ἐὰν μὲν ἐν μονοειδεῖ ζῳδίῳ ἢ καὶ ἑνὶ τῶν ἀστέρων συνάπτουσα τύχῃ, μονογάμους ἀποτελεῖ, ἐὰν δὲ ἐν δισώμῳ ἢ καὶ πολυμόρφῳ ἢ καὶ πλείοσιν ἐν τῷ αὐτῷ ζῳδίῳ τὴν συναφὴν ἐπέχουσα, πολυγάμους. κἂν μὲν οἷ τὰς συναφὰς ἐπέχοντες τῶν ἀστέρων ἤτοι κατὰ κολλήσεις ἢ κατὰ μαρτυρίας ἀγαθοποιοὶ τυγχάνωσιν, λαμβάνουσιν γυναῖκας ἀγαθάς, ἐὰν δὲ κακοποιοὶ τὰς ἐναντίας.