Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
μόνοι μὲν οὖν οἱ κακοποιοὶ κατὰ τὸν προειρημένον τρόπον τὴν ἐπικράτησιν τοῦ σχήματος λαβόντες ἀνίατα μὲν ἀνεπίφαντα δὲ ὅμως [*](c 44) καὶ ἀπαραδειγμάτιστα ποιοῦσι τὰ προκείμενα τοῦ διανοητικοῦ [*](m 170) τῆς ψυχῆς νοσήματα· συνοικειωθέντων δὲ τῶν ἀγαθοποιῶν Διός τε καὶ Ἀφροδίτης ἐπὶ μὲν τῶν λιβικῶν μερῶν ὄντες αὐτοὶ τῶν ἀγαθοποιῶν ἐν τοῖς ἀπηλιωτικοῖς κεκεντρωμένων ἰάσιμα μὲν εὐπαραδειγμάτιστα δὲ ποιοῦσι τὰ πάθη. ἐπὶ μὲν τοῦ τοῦ Διὸς διὰ θεραπειῶν ἰατρικῶν καὶ ἤτοι διαιτητικῆς ἀγωγῆς φαρμακείας, ἐπὶ δὲ τοῦ τῆς Ἀφροδίτης διὰ χρησμῶν καὶ τῆς ἀπὸ θεῶν ἐπικουρίας,