Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
ἐπιληπτικοὶ μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γίνονται, ὅσοι τῆς σελήνης καὶ τοῦ τοῦ [*](1 cf. Hepb. II 16 v. CCAG VIII 1, 16 f. 99 83.; cf. Aristot. Eth. Nic. ΙΙ 1106b 27) [*](1 περὶ παθῶν ψυχικῶν Va D γ π. ποιότητος ψυχῆς Μ ἐπίσκε- ψις τῶν ψυχικῶν παθῶν S2 i. mg. 7 αὐτοὶ ἅς. VDy ἀσ. αὐτοὶ αMS 9 διαμηλυσθῶσιν Σ 10 ἀνοικείως VYDy ἀνοικείων ΣMS 12 διακράσεως Σ δεωρουμένης(!) V 17 ῥηθεῖσι om. Y διακέκριται VY διακέκριταί πως Σβγ 19 ἤδη om. V ἄκρα τῶν Σβ ἄκρα τὰ τῶν γ ἀκρώτατα Y 20 ἤτοι VYDC ἢ ΣMSA 21 ἐξαίροντα Σ 22 καὶ περὶ αὐτὸ Y περί τε αὐτὸ V καὶ παρ’ ὅλην Σβγ)
170
Ἑρμοῦ, ὥσπερ εἴπομεν, ἢ ἀλλήλοις ἢ τῷ ἀνατολικῷ ὁρί- ζοντι ἀσυνδέτων ὄντων τὸν μὲν τοῦ Κρόνου ἡμέρας, τὸν δὲ τοῦ Ἄρεως νυκτός, ἔχουσιν ἐπίκεντρον καὶ κατοπτεύ- οντα τὸ προκείμενον σχῆμα, μανιώδεις δέ, ὅταν ἐπὶ, τῶν αὐτῶν ἀνάπαλιν ὁ μὲν τοῦ Κρόνου νυκτός, ὁ δὲ τοῦ Ἄρεως ἡμέρας, κεκυριευκὼς τοῦ σχήματος, καὶ μάλιστα ἐν Καρκίνῳ ἤ Παρθένῳ ἢ Ἰχθύσι, δαιμονιόπληκτοι δὲ καὶ ὑγροκέφαλοι, ὅταν οὕτως ἔχοντες oi κακοποιοῦντες ἐπὶ φάσεως οὖσαν κατέχωσι τὴν σελήνην, ὁ μὲν τοῦ Κρόνου συνοδεύουσαν, ὁ δὲ τοῦ Ἄρεως πανσεληνιάζουσαν, μάλιστα δὲ ἐν Τοξότῃ καὶ Ἰχθύσι.