Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

καὶ πάλιν τὰ μὲν θηριώδη περὶ τὰ ἀνήμερα τῶν ζῴων καὶ βλαπτικά τοῦ τῶν ἀνθρώπων γένους, τὰ [*](c 21) δὲ ἥμερα περὶ τὰ χρηστικά καὶ χειροήθη καὶ συνεργητικὰ πρὸς τὰς εὐετηρίας ἀναλόγως τοῖς καθ’ ἕκαστα μορφώμασιν, οἷον ἵππων ἢ βοῶν ἢ προβάτων καὶ τῶν τοι- [*](5 Synt. 8, 189, 10) [*](8 αὐτῶ VΣ αυτὸ Y πρὸς M om.DSγ τόπῳ αβγ χρόνῳ Procl. 4 τῶν λαμπρῶν βγ τὸν λαμπρὸν V τῷ λαμπρῷ Σ 6 τὸν τῶν Vα 8 συνανατείλαντα VY β συνανατέλλοντα Σγ συμμ ΣΜS μεσουρανήσαντα VYD συμμεσουραωοῦντα γ τῷ om. V ἑπόμενα] ἐπικείμενα V 11 συνεπισκ. V Procl. ἐπισκεψ. αβγ καὶ Σ Procl. κατὰ Y om. βγ 18 λαμβάνοντες V λαβόντες αβγ τῶν ἀστέρων V ἀστέρες αβγ ἔτυχον ὄντες Vα τυγχάνουσιν βγ 16 τε om.V τὸν] τὸ V 17 τῶν ζωδίων om. α 23 past χερ.: καὶ καταχρηστικά α)

83
ούτων·

ἔτι δὲ τῶν μὲν χερσαίων τὰ μὲν πρὸς ταῖς ἄρκτοις μᾶλλον περὶ τὰς τῆς γῆς αἰφνιδίους κινήσεις, τὰ δὲ πρὸς μεσημβρίαν περὶ τὰς ἀπροσδοκήτους ἐκ τοῦ ἀέρος ῥύσεις. πάλιν δὲ έν μὲν τοῖς τῶν πτερωτῶν μορφώμασιν ὄντες οἱ κύριοι τόποι, οἷον Παρθένῳ Τοξότῃ Ὄρνιθι Ἀετῷ καὶ τοῖς τοιούτοις περὶ τὰ πτηνὰ καὶ μάλιστα τὰ εἰς τροφὴν ἀνθρώπων τὸ σύμπτωμα ποιοῦσιν, ἐν δὲ τοῖς νηκτοῖς περὶ τὰ ἔνυδρα καὶ τοὺς ἰχθύας·