Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

πρώτῃ συντάξει τῶν ἐννέα τρόπων φαινομένους σχηματισμοὺς καὶ τὸν ἐν τῇ φαινομένῃ κατὰ τὴν ἐκλειπτικὴν ὥραν διαθέσει ἤτοι συνανατείλαντα ἢ συμμεσουρανήσαντα τῷ κατὰ τὰ ἑπόμενα κέντρῳ τοῦ τόπου τῆς ἐκλείψεως.

θεωρηθέντων δὲ οὕτως τῶν εἰς τὴν αἰτίαν τοῦ συμπτώματος παραλαμβανομένων ἀστέρων συνεπισκεψόμεθα καὶ τὰς τῶν ζῳδίων μορφώσεις, ἐν οἷς τε ἔκλειψις καὶ οἱ τὴν κυρείαν λαμβάνοντες τῶν ἀστέρων ἔτυχον ὄντες, ὡς ἀπὸ τῆς τούτων ἰδιοτροπίας καὶ τοῦ ποιοῦ τῶν διατιθεμένων γενῶν ὡς ἐπίπαν λαμβανομένου.

τὰ μὲν γὰρ ἀνθρωπόμορφα τῶν ζῳδίων τῶν τε περὶ τὸν διά μέσων τῶν ζῳδίων κύκλον καὶ τῶν κατὰ τοὺς ἀπλανεῖς ἀστέρας περὶ τὸ τῶν ἀνθρώπων γένος ποιεῖ τὸ ἀποτελούμενον, τῶν δὲ ἄλλων χερσαίων τὰ μὲν τετράποδά περὶ τὰ ὅμοια [*](m 80) τῶν ἀλόγων ζῴων, τὰ δὲ ἑρπυστικὰ περὶ τοὺς ὄφεις καὶ τὰ τοιαῦτα,