Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

διὰ δὲ τὸν τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης κατὰ ἀνατοδιόπερ [*](1 διόπερ V βγ διὸ καὶ α καὶ ὑποπόνηροι αβγ εἰσὶ καὶ οἱ πονηροί V 2 Κασπειρίαν Boll κασπιρίαν VD κασπηρίαν MSy κασπίαν α 3 συρικὴν VY τῷ τε ζυγῷ] ταῖς ABBREV 6 σογ. διανὴν α 7 μᾶλλον om. V 11 κολχ.—καππ. om. V κολχική α κολχίς βγ λυδία λυκία κιλ. V 14 καρκ. σκορπ. V βγ καὶ καρκ. καὶ σκορπ. α l7 ὡς ἐπίπαν om. DMy τὸν τῆς (??) DMy τὴν ABBREV VaS 19 πως om. βγ 22 ὑποπόνηροι βγ Procl. πονηροὶ α ἐν om. γ μισθοφορικαῖς V μισθοφόροις αβ μισθόφοροι γ στρατ. αβ στρατιαῖς V ἐν στρατείαις γ 24 περιπίπτ. V αβ περιβάλλοντες γ)

72
λικὴν συναρμογήν, ὅτι ἐν μὲν τῷ τῆς Ἀφροδίτης τριγωνικῷ ξῳδίῳ τῷ Αἰγόκερῳ ὁ τοῦ Ἄρεως ὑψοῦται, ἐν δὲ τῷ τοῦ Ἄρεως τριγωνικῷ ξῳδίῳ τοῖς Ἰχθύσι ὁ τῆς Ἀφροδίτης ὑψοῦται, διὰ τοῦτο τὰς γυναῖκας συνέβη πᾶσαν εὔνοιαν πρὸς τοὺς ἄνδρας ἐνδείκνυσθαι, φιλοστόργους τε οὔσας καὶ οἰκουροὺς καὶ ἐργατικὰς καὶ ὑπηρετικὰς καὶ [*](m 69) ὅλως πονικὰς καὶ ὑποτεταγμένας.

καὶ τούτων δὲ πάλιν οί μὲν περὶ τὴν Βιθυνίαν καὶ Φρυγίαν καὶ Κολχικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ. διόπερ οί μὲν ἄνδρες ὡς ἐπίπαν εἰσὶν εὐλαβεῖς καὶ ὑποτακτικοί, τῶν δὲ γυναικῶν αἱ πλεῖσται διὰ τὸ τῆς σελήνης ἀνατολικὸν καὶ ἠρρενωμένον σχῆμα ἔπανδροι καὶ ἀρχικαὶ καὶ πολεμικαὶ καθάπερ αἱ Ἀμαζόνες, φεύγουσαι μὲν τὰς τῶν ἀνδρῶν συνουσίας, φίλοπλοι δὲ οὖσαι καὶ ἀρρενοποιοῦσαι τὰ θηλυκὰ πάντα ἀπὸ βρέφους ἀποκοπῇ τῶν c δεξιῶν μαστῶν χάριν τῶν στρατιωτικῶν χρειῶν καὶ ἀπογυμνοῦσαι ταῦτα τὰ μέρη κατὰ τὰς παρατάξεις πρὸς ἐπίδειξιν ἀθηλύντου τῆς φύσεως.

οἱ δὲ περὶ τὴν Συρίαν καὶ Κομμαγηνὴν καὶ Καππαδοκίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ Ἄρεως, διὸ πολὺ παρ’ αὐτοῖς συνέπεσε τὸ θρασὺ καὶ πονηρὸν καὶ ἐπιβουλευτικὸν καὶ ἐπίπονον· οἱ δὲ περὶ τὴν Λυδίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός, ὅθεν οὗτοι μᾶλλον πολυκτήμονές τε καὶ ἐμπορικοὶ καὶ κοινωνικοὶ καὶ ἐλεύθεροι καὶ πιστοὶ περὶ τὰς συναλλαγάς.

[*](2 ὑψοῦται om. α 4 διὰ τοῦτο α διὸ V om. βγ 6 οὔσας] εἶναι γ 8 συνοικειοῦται V 13 καὶ om. V φεύγουσαι V (φυγ-) Σ Procl. φεύγουσι Y (φηγ-) βγ 14 ἀρρενωποὶ βγ θηλυκὰ πάντα V τὸ θῆλυ α τὸ θῆλυ πᾶν β τοῦ θήλεος παντὸς γ τ. δ. μαστῶν Va τοῦ δεξίου μαστοῦ D τὸν δεξιὸν μαστὸν MSy 16 χρειῶν βγ χρήσεων α 17 ἀπογυμνοῦσαι α ἀπογυμνώσει V ἀπογυμνοῦσι δὲ MSy ἀμοτέμνουσι δὲ D ταῦτα τὰ μέρη αβγ τούτων τῶν μερῶν V κατὰ V βγ διὰ α παρατάξεις βγ πράξεις Σ 18 ἐπίδειξιν βγ ἐπιδείκνυσθαι Σ 20 διὸ VDy διόπερ α MS 21 πολυκτήμονες VDy Procl. πολυκτήματοι α Μ)
73