Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
τὰ δὲ περὶ τὴν Βακτριανὴν καὶ Κασπειρίαν καὶ Σηρικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν οἱ κατέχοντες τὰς χώρας πλουσιώτατοι καὶ φιλόμουσοι καὶ μᾶλλον ἁβροδίαιτοι· τὰ δὲ περὶ τὴν Σαυροματικὴν καὶ Ὠξιανὴν καὶ Σουγδιανὴν τῷ τε Ὑδροχόῳ καὶ τῷ τοῦ [*](m 68) Κρόνου, διὸ καὶ ταῦτα τὰ ἔθνη μᾶλλον ἀνήμερα καὶ αὐστηρὰ καὶ θηριώδη.
τὰ δὲ λοιπὰ τούτου τοῦ τεταρτημορίου καὶ περὶ τὸ μέσον κείμενα τῆς ὅλης οἰκουμένης, Βιθυνία Φρυγία Κολχικὴ Συρία Κομμαγηνὴ Καππαδοκία Λυδία Κιλικία Παμφυλία, τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον αὐτοῦ τοῦ τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοτολιβικοῦ τεταρτημορίου Καρκίνου Σκορπίου Ἰχθύων καὶ συνοικοδεσπότας τόν τε τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ.
διόπερ οἱ περὶ τὰς χώρας ταύτας σέβουσι μὲν ὡς ἐπίπαν τὸν τῆς Ἀφροδίτης ὡς μητέρα θεῶν ποικίλοις καὶ ἐγχωρίοις ὀνόμασι προσαγορεύοντες καὶ τὸν τοῦ Ἄρεως ὡς Ἄδωνιν ἄλλως πως πάλιν ὀνομάζοντες καὶ μυστήρια τινα μετὰ θρήνων ἀποδίδοντες αὐτοῖς· περίκακοι δέ εἰσι καὶ δουλόψυχοι καὶ πονικοὶ καὶ ὑποπόνηροι καὶ ἐν μισθοφορικαῖς στρατείαις καὶ ἁρπαγαῖς καὶ αἰχμαλωσίαις γινόμενοι καταδουλούμενοί τε ἑαυτοὺς καὶ πολεμικαῖς ἀπωλείαις περιπίπτοντες·