Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

οἱ δὲ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀχαΐαν καὶ τὴν Κρήτην τῇ τε Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ, διὸ μᾶλλον λογικοὶ τυγχάνουσι καὶ φιλομαθεῖς καὶ τὰ τῆς ψυχῆς ἀσκοῦντες πρὸ τοῦ σώματος· οἱ δὲ περὶ τὴν Μακεδονίαν καὶ Θρᾴκην καὶ Ἰλλυρίαν τῷ τε [*](m 64) Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου, διὸ φιλοκτήματοι μέν, οὐχ ἥμεροι δὲ οὕτως οὐδὲ κοινωνικοὶ τοῖς νομίμοις.

τοῦ δὲ δευτέρου τεταρτημορίου τοῦ κατὰ τὸ νότιον μέρος τῆς Μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περι- έχοντα Ἰνδικὴν Ἀριανὴν Γεδρουσίαν Παρθίαν Μηδίαν [*](1 ἐκείνας om. VY ἀπεφάνθησαν V ἀπέβησαν αβγ 4 Ἄρεως Vα Κρόνου βγ 6 φιλόμουσοι καὶ φιλομαθεῖς om. α 7 καθάριοι V βγ φιλοκάθαροι α διαίταις βγ καρδίαις α 9 πρακτικώτατοι VDy Co (Le) πρακτικώτεροι α Μ S 12 αὐτῶν om. α 18 κύπρου VY ταύρῳ om. V (spat. rel.) 14 ὅθεν βγ ὅ. οὖν Y ὅ. δὴ Σ 15 πλεῖστον VDy πολὺ α ΜS καθάριοι V Dy φιλοκαθάριοι YMS φιλοκάθαροι Σ 17 Παρθένῳ om. V 18 Ἑρμοῦ] ABBREV 19 πρὸ Σγ πρὸ τὰ D πρῶτα VYMS 20 περὶ] ἐπὶ V καὶ Ἰλλ.—21 φιλοκτήματοι om. V 20 ἰλλυρία βγ ἰλλυρίδα α 22 νομίμοις βγ νόμοις Va 25 γεδρουσίαν βγ τε δρουσίαν V γεδρωσίαν α)

67
Περσίδα Βαβυλωνίαν Μεσοποταμίαν Ἀσσυρίαν καὶ τὴν θέσιν ἔχοντα πρὸς νοταπηλιώτην τῆς ὅλης οἰκουμένης εἰκότως καὶ αὐτὰ συνοικειοῦται μὲν τῷ νοταπηλιωτικῷ τριγώνῳ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω.

οἱκοδεσποτεῖται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης καὶ τοῦ τοῦ Κρόνου ἐπὶ ἑῴων σχημάτων. διόπερ καὶ τὰς φύσεις τῶν ἐν αὐτοῖς ἀκολούθως ἄν τις εὕροι τοῖς ὑπὸ τῶν οὕτως οἰκοδεσποτησάντων ἀποτελουμένας. σέβουσί τε γὰρ τὸν μὲν τῆς Ἀφροδίτης Ἶσιν ὀνομάζοντες, τὸν δὲ τοῦ Κρόνου Μίθραν <ἣ< καὶ προθεσπίζουσαν οἱ πολλοὶ τὰ μέλλοντα·

καθιεροῦταί τε παρ’ αὐτοῖς τὰ γεννητικὰ μόρια διά τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμὸν σπερματικὸν ὄντα φύσει. ἔτι δὲ θερμοὶ καὶ ὀχευτικοὶ καὶ καταφερεῖς πρὸς τὰ ἀφροδίσια τυγχάνουσιν ὀρχηστικοί τε καὶ πηδηταὶ καὶ φιλόκοσμοι μὲν διὰ τὸν τῆς Ἀφορδίτης, ἁπλοδίαιτοι δὲ διὰ τὸν τοῦ Κρόνου.

ἀναφανδὸν δὲ ποιοῦνται καὶ οὐ κρύβδην τὰς πρὸς τὰς γυναῖκας συνουσίας διά τὸ ἑῷον τοῦ σχηματισμοῦ, τὰς δὲ πρὸς τοὺς [*](m 65) ἄρρενας ὑπερεχθαίρουσι διὰ ταῦτα. καὶ τοῖς πλείστοις [*](9 ad Ἶσιν cf. Cumont, Textes et monuments fig. relatifs aux mystères de Mithra. I 362; aliter: Isis Latina (Rev. de Philol. 1916, 134); ad Ἥλιον cf. Mithra. II 43; Βολλ, Sphaera. 313, 3 19 cf. Helm, Ctesias (Philol. 56, 1897, 269) 4 ταύρου om.V (spat. rel.) 4.5 οἰκοδεσποτεῖται βγ οἰκοδεσπο. τοῦνται α συνοικειοῦται V 5 5 ὑπὸ α ὑπό τε βγ δὲ V 6 σχημάτων βγ σχηματισμῶν α (sed cf. 68, 9) 8 ἀποτελουμένας Σβγ -μένοις V -μενα Y 9.10 Ἥλιον Βοll b μίθραν ἥλιον β Procl. ἥλιον om. γ post b lacuna, deinde μίθραν δὲ τὸν ἥλιον Σ (quaeratur gentile cognomentum τοῦ b. Cam.) πέρσαι δὲ ὑπερσέβουσι τὸν Ἥλιον, ὃν Μίθραν ἀποκαλοῦσιν C0 61 11 καθιεροῦται Βοll καθιεροῦνται V(??) καθιέρωται βγ σχηματισμὸν α 18 ἔτι δὲ θερμοὶ V Procl. θερμοὶ δὲ ἔτι α θερμοὶ δὲ βγ 16 ἁπλοδίαιτοι VY Procl. ἁβροδίαιτοι Σβγ Co.(Le) (cf. 68, 14; 71,5) 17 κατακρύβδην α 18 τὰς—τοὺς om. (spat. rel.) 19 ὑπερεχθαίρουσι V ὑπεχθραίνουσι αβγ καὶ—68,1 αὐτῶν om. V (spat. rel.))

68
αὐτῶν συνέπεσεν ἐκ τῶν μητέρων τεκνοῦν καὶ τὰς προσκυνήσεις τῷ στήθει ποιεῖσθαι διὰ τὰς ἑῴας ἀνατολὰς καὶ τὸ τῆς καρδίας ἡγεμονικὸν οἰκείως ἔχον πρὸς τὴν ἡλιακὴν δύναμιν.

εἰσὶ δὲ ὡς ἐπίπαν καὶ τὰ μὲν ἄλλα [*](c 17 v) περὶ τὰς στολὰς καὶ—τοὺς κόσμους καὶ ὅλως τὰς σωματικὰς σχέσεις τρυφεροὶ καὶ τεθηλυσμένοι διὰ τὸν τῆς Ἀφροδίτης, τὰς δὲ ψυχὰς καὶ τὰς προαιρέσεις μεγαλόφρονες καὶ γενναῖοι καὶ πολεμικοὶ διὰ τὸ οἰκείως ἔχειν τὸν τοῦ Κρόνου πρὸς τὸ τῶν ἀνατολῶν σχῆμα.

κατὰ μέρος δὲ πάλιν τῷ μὲν Ταύρῳ καὶ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦται ἥ τε Παρθία καὶ Μηδία καὶ Περσίς, ὅθεν οἱ ἐνταῦθα στολαῖς τε ἀνθιναῖς χρῶνται κατακαλύπτοντες ἑαυτοὺς ὅλους πλὴν τοῦ στήθους, καὶ ὅλως εἰσὶν ἁβροδίαιτοι καὶ καθάριοι.

τῇ δὲ Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ τὰ περὶ τὴν Βαβυλωνίαν καὶ Μεσοσοταμίαν καὶ Ἀσσυρίαν, διὸ καὶ παρὰ τοῖς ἐνταῦθα τὸ μαθηματικὸν καὶ παρατηρητικὸν τῶν πέντε ἀστέρων ἐξαίρετον συνέπεσε, τῷ δὲ Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου τὰ περὶ τὴν Ἰνδικὴν καὶ Ἀριανὴν καὶ Γεδρουσίαν, ὅθεν καὶ τὸ τῶν νεμομένων τὰς χώρας ἐκείνας ἄμορφον καὶ ἀκάθαρτον καὶ θηριῶδες.

[*](17 Diod. II 30, 3 πέντε ἀστέρας: Boll, Plan. 341, 1)[*](1 μητέρων α ἀμητέρων V μητέρων αὐτῶν βγ τεκνοῦν V βγ τέκνα α 3 πρὸς α κατὰ γ 0m. β τὴν ἡλιακὴν Va ἡλίου DM ἡλίῳ S b A τοῦ b C 5 καὶ τοὺς Boll καὶ κατά τε τοὺς Σ om. Y 6 τρυφ. Va τρυφ. τε βγ 7 καὶ] κατὰ V 9 ἀνατολῶν om. V (parvo spatio) 11 συνοικειοῦται VDA συνοικειοῦν· ται aMSC 12 περσίς VDy ἡ περσίς YMS ἡ περσική Σ 14 καθάριοι VDM1 γ καθαροί α Μ² S 15 βαβυλωνίαν αβγ βαβυλῶνα καὶ παρατηρητικὸν om. βγ πέντε ν 17 α βγ 18 συνέπεσε V βγ συνέπεται α 19 (??) ocl. om. α βγ 18 συνέπεσε βγ συνέπεται α 19 γεδρουσίαν βγ γεδροσίαν V γεδρωσίαν α 20 τὸ τῶν βγ κατὰ τὸν Y οἱ Σ νεμομένων VSy κατανεμομένων DM νόμων ἐνίων Υ νεμόμενοι Σ (ex coniect.) ἐκείνας om. β 20. 21 ἄμορφονθηριῶδες VY βγ ἄμορφοι καὶ ἀκάθαρτοι. καὶ θηριώδεις Σ)
69

τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη περὶ τὸ μέσον ἐσχηματισμένοι τῆς ὅλης οἰκουμένης, Ἰδουμαία Κοίλη Συρία [*](m 66) Ἰουδαία Φοινίκη Χαλδαϊκὴ Ὀρχηνία Ἀραβία εὐδαίμων καὶ τὴν θέσιν ἔχοντα πρὸς βορρόλιβα τοῦ ὅλου τεταρτημορίου προσλαμβάνει πάλιν τὴν συνοικείωσιν τοῦ βορρολιβικοῦ τριγώνου, Κριοῦ Λέοντος Τοξότου, ἔχει δὲ συνοικοδεσπότας τόν τε τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ.

διὸ μᾶλλον οὗτοι τῶν ἄλλων ἐμπορικώτεροι καὶ συναλλακτικώτεροι, πανουργότεροι δὲ καὶ δειλοκαταφρόνητοι καὶ ἐπιβουλευτικοὶ καὶ δουλόψυχοι καὶ ὅλως ἀλλοπρόσαλλοι διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμόν.