Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

τῶν μὲν ἄλλων μερῶν πρὸς τὴν [*](m 61) καθόλου πρόσνευσιν ἐφαρμοζομένων, τῶν δὲ περὶ τὸ [*](c 16 v) μέσον πρὸς τὴν κατ’ αὐτὸ τὸ μέρος ἀντικειμένην, συμπαραλαμβανομένων πρὸς τὴν οἰκειωσιν καὶ τῶν ἐν τοῖς [*](5 ἕν μὲν τὸ γ ἐν μὲν τῷ α (Y τῇ) β βορρολίβα Vy βορὰ λλήβα Y βορρὰν καὶ λίβα Σ βορρολιβικῷ β 10 ὅλης—κατὰ om. V (spat. rel.) τὸ] μέρος τὸ γ 15 τεταρτημορίου V τὰ μὲν V τὸ μέσον α 17 θέσιν βγ φύσιν α 18 ἤνπερ Υ βγ ὥσπερ V ἥπερ Σ γὰρ V βγ τε α 19 βορρολιβικὰ β 21 τεταρημ. τεσσάρων μοιρῶν V 22 ὡς om. V 23 τεταρτ.] τεσσάρων μοιρῶν 24 συνοικειοῦται V 85 πρόσνευσιν om βγ 26 κατ’ αὐτὸ τὸ Vα κατὰ βγ μέρος Σβγ μερικὸν VY)

64
οἰκείοις τριγώνοις τὴν οἰκοδεσποτείαν ἐχόντων ἀστέρων, ἐπὶ μὲν τῶν ἄλλων οἰκήσεων πάλιν αὐτῶν μόνων, ἐπὶ δὲ τῶν περὶ τὸ μέσον τῆς οἰκουμένης κάκείνων καὶ ἔτι τοῦ τοῦ Ἑρμοῦ διὰ τὸ μέσον καὶ κοινὸν αὐτὸν ὑπάρχειν τῶν αἱρέσεων.

ἐκ δὴ τῆς τοιαύτης διατάξεως τὰ μὲν ἄλλα μέρη τοῦ πρώτου τῶν τεταρτημορίων, λέγω δὲ τοῦ κατὰ τὴν Eὐρώπην, τὰ πρὸς βορρόλιβα κείμενα τῆς ὅλης οἰκουμένης συνοικειοῦται μὲν τῷ βορρολινικῷ τριγώνῳ τῷ κατὰ Κριὸν καὶ Λέοντα καὶ Τοξότην, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπὸ τῶν κυρίων τοῦ τριγώνου Διὸς καὶ Ἄρεως ἑσπερίων.

ἔστι δὲ ταῦτα καθ’ ὅλα ἔθνη λαμβανόμενα Βρεττανία Γαλατία Γερμανία Βασταρνία Ἰταλία Γαλλία Ἀπουλία Σικελία Τυρρηνία Κελτικὴ Σπανία. εἰκότως δὲ τοῖς προκειμένοις ἔθνεσιν ὡς ἐπίπαν συνέπεσε, διά τε τὸ ἀρχικὸν τοῦ τριγώνου καὶ τοὺς συνοικοδεσποτήσαντας ἀστέρας ἀνυποτάκτοις τε εἶναι καὶ φιλελευθέροις καὶ φιλόπλοις καὶ φιλοπόνοις καὶ πολεμικωτάτοις καὶ ἡγεμονικοῖς καὶ καθαρίοις καὶ μεγαλοψύχοις.

διὰ μέντοι τὸν ἑσπέριον συσχηματισμὸν Διὸς καὶ Ἄρεως καὶ ἔτι διὰ τὸ τοῦ προκειμένου τριγώνου τὰ μὲν ἐμπρόσθαι ἠρρενῶσθαι, τὰ δὲ ὀπίσθια τεθηλῦσθαι πρὸς [*](m 62) μὲν τὰς γυναῖκας ἀζήλοις αὐτοῖς εἶναι συνέπεσε καὶ [*](14 Σπανία cf. Diod. V 37, 2) [*](2 οἰκειώσεων μόνον γ 3 κακεῖνον ἔτι] ἔστιν 4 αὐτὸν γ αὐτῶν V om. Y 6 ἐκ δὴ τῆς τοιαύτης διατάξεως VY (-τάξεων) βγ C0 (Le) έν τῇ τοιαύτῃ διατάξει Σ 8 ὅλης om. α 9 μὲν om. V τὸ βορρολιβικὸν τρίγωνον τῷ om.V 10 εἰκότως om. γ οἰκότως (!) V 13 Βασταρνία—Γαλλία om. V Procl. 14 Σπανία β Procl. ἰσπανία Σ ἱσπανία γ 15 συνέπεσε βγ συνέπεται α 10 συνοικοδεσποτήσαντας αβ συνοικοδεσποτοῦντας γ οἰκοδεσποτοῦντας V 17 ἀνυποτάκτους α (et sic deinceps) 19 καθαρίοις V Procl. καθαρίοις τε βγ καὶ καθαροὺς α 20 τὸν τὸ α βγ συσχηματισμὸν V τοῦ κατὰ τὸν (τὸν om. D) σχηματισμὸν αβ κατὰ τὸν συσχηματισμὸν γ τε V 23 μὲν] τε V συνέπεσε V συνέπεται Σ)

65
καταφρονητικοῖς τῶν ἀφροδισίων, πρὸς δὲ τὴν τῶν ἀρρένων συνουσίαν κατακορεστέροις τε καὶ μᾶλλον ζηλοτύποις αὐτοῖς τε τοῖς διατιθεμένοις μήτε αἰσχρὸν ἡγεῖσθαι τὸ γινόμενον μήτε ὡς ἀληθῶς ἀνάνδροις διὰ τοῦτο καὶ μαλακοῖς ἀποβαίνειν ἕνεκεν τοῦ μὴ παθητικῶς διατίθεσθαι, συντηρεῖν δὲ τὰς ψυχὰς ἐπάνδρους καὶ κοινωνικὰς καὶ πιστὰς καὶ φιλοικείους καὶ εὑεργετικάς.

καὶ τούτων δὲ αὐτῶν τῶν χωρῶν Βρεττανία μὲν καὶ Γαλατία καὶ Γερμανία καὶ Βασταρνία μᾶλλον τῷ Κριῷ συνοικειοῦνται καὶ τῷ τοῦ Ἄρεως, ὅθεν ὡς ἐπίπαν οἱ ἐν αὐταῖς ἀγριώτεροι καὶ αὐθαδέστεροι καὶ θηριώδεις τυγχάνουσιν·

Ἰταλία δὲ καὶ Ἀπουλία καὶ Σικελία καὶ Γαλλία τῷ Λέοντι καὶ τῷ ἡλίῳ, διόπερ ἡγεμονικοὶ μᾶλλον οὗτοι καὶ εὐεργετικοὶ καὶ κοινωνικοί· Τυρρηνία δὲ καὶ Κελτικὴ καὶ Σπανία τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός, ὅθεν τὸ φιλελεύθερον αὐτοῖς καὶ ἁπλοῦν καὶ φιλοκάθαρον.

τὰ δὲ ἐν τούτῳ μὲν ὄντα τῷ τεταρτημορίῳ μέρη, περὶ δὲ τὸ μέσον ἐσχηματισμένα τῆς οἰκουμένης, Θρᾴκη τε καὶ Μακεδονία καὶ Ἰλλυρία καὶ Ἑλλὰς καὶ Ἀχαΐα καὶ Κρήτη, ἔτι δὲ καὶ <αἱ< Κυκλάδες καὶ τὰ Παράλια τῆς Μικρᾶς Ἀσίας καὶ Κύπρος, πρὸς νοταπηλιώτην κείμενα [*](m 63) τοῦ· ὅλου τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοταπηλιωτικοῦ τριγώνου τοῦ τε κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν ἰγόκερων,

ἔτι δὲ [*](c 17) συνοικοδεσποτοῦντας τόν τε τῆς Ἀφροδίτης καὶ τὸν τοῦ Κρόνου καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ, ὅθεν οἱ κατοικοῦντες [*](9 βαρσανία (!) V συνοικειοῦται V 10 ὅθεν βγ ἔνθεν α 12 γαλλίαα καὶ ἀπουλία γ σικ. καὶ γαλλ. VD Procl. γαλλ. καὶ σικ. α MS 15 ἱσπανία Σγ Τοξ.] τοῦ Ἄρεως V 16 αὐτοῖς VS αὐτῶν α DM γ φιλοκαθάριον βγ 17 μὲν ὄντα] μένοντα V 19 ἰλλυρὶς α 20 αἱ Boll αἵτε α MS om. VDy κυκλ. νῆσοι βγ 21 Κύπρος πρὸς] Κύπρου τὰ πρὸς V 28 τε κατὰ Boll τε καὶ κατὰ V κατὰ α βγ 24 Ταῦρον] Ζυγὸν V 25 συνοικοδεσπο- τοῦντας V δεσπότας α βγ 26 Κρόνου VaDy Ἑρμοῦ MS καὶ Ἑρμοῦ om. Α ἔτι om. α β C Ἑρμοῦ VaDy Κρόνου )

66
τὰς χώρας ἐκείνας συγκατεσχηματισμένοι μᾶλλον ἀπεφάνθησαν καὶ κεκραμένοι τοῖς τε σώμασι καὶ ταῖς ψυχαῖς, ἡγεμονικοὶ μὲν καὶ αὐτοὶ τυγχάνοντες καὶ γενναῖοι καὶ ἀνυπότακτοι διὰ τὸν τοῦ Ἄρεως,

φιλελεύθεροι δὲ καὶ αὐτόνομοι καὶ δημοκρατικοὶ καὶ νομοθετικοὶ διὰ τὸν τοῦ Διός, φιλόμουσοι δὲ καὶ φιλομαθεῖς καὶ φιλαγωνισταὶ καὶ καθάριοι ταῖς διαίταις, διὰ τὸν τῆς Ἀφροδίτης κοινωνικοί τε καὶ φιλόξενοι καὶ φιλοδίκαιοι καὶ φιλογράμματοι καὶ έν λόγοις πρακτικώτατοι διὰ τὸν τοῦ Ἑρμοῦ, μυστηρίων δὲ μάλιστα συντελεστικοὶ διὰ τὸν τῆς Ἀφροδίτης ἑσπέριον σχηματισμόν.

πάλιν δὲ κατὰ μέρος καὶ τούτων αὐτῶν οἱ μὲν περὶ τὰς Κυκλάδας καὶ τὰ Παράλια τῆς Μικρᾶς Ἀσίας καὶ Κύπρον τῷ τε Ταύρῳ καὶ τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦνται, ὅθεν ὡς ἐπὶ τὸ πλεῖστον τρυφηταί εἰσι καὶ καθάριοι καὶ τοῦ σώματος ἐπιμέλειαν ποιούμενοι·