Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
δεῖ μέντοι κἀκεῖνο ὁρᾶν, ὅπως ὑφειμένα διὰ τὸ ἀφελὲς τιθεὶς ὀνόματα οὐδὲν ἧττον ἐν τῷ οἰκείῳ τρόπῳ ἐμφαίνει καὶ τὸ μέγεθος τοῦ πράγματος, ὡς καὶ ἐν ἀρχῇ φησι τοῦ λόγου, πολλάκις ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν οἱ γραψάμενοι Σωκράτην ὡς ἄξιος εἴη θανάτου τῇ πόλει· ἡ μὲν γὰρ γραφὴ κατʼ αὐτοῦ τοιάδε τις ἦν· ἀδικεῖ Σωκράτης, οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καὶ τοὺς νέους διαφθείρων. τὸ γὰρ ἐθαύμασα καὶ πολλάκις οὐ μικρῶν ἔμφασίς ἐστιν, ἐδήλωσε δὲ καὶ τὰ ἐπενεχθέντα. πολιτικὸς μὲν οὖν ἀμφοτέρας ἂν εἰρήκει τὰς δυνάμεις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις· ὁ δὲ τὴν ἁπλῆν δύναμιν εἰπὼν ἠρκέσθη.
οὐκοῦν τὰ μὲν ἐπινοήματα ἔστιν ὅτε ταὐτά, ἡ
δὲ μεταχείρισις τὴν διαφορὰν ποιεῖ τοῦ λόγου. ὁρᾷς δὲ καὶ ἐνταῦθα τὴν ἀφέλειαν τῶν ὀνομάτων. ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως· ἡ γὰρ ποιότης αὐτοῦ τοιαύτη, τῷ Σωκράτη τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι, ὅμως οὕτως ἀφελὴς ἀνὴρ πολλάκις φησὶν ἐθαύμασα. καὶ οὐκ εἶπεν ἐφʼ ᾧ τις ἂν ὀργισθείη ἢ ἐφʼ ᾧ ἄξιον ἐπιτιμῆσαι. ἐν γὰρ τῷ ἀφελεῖ λόγῳ οὔτε βία ἐστὶν οὔτε θυμὸς οὔτε σφοδρότης, οὐδὲ ἡ διάθεοις ἡ τῶν πραγμάτων τοιαύτη τίς ἐστιν, οὐδʼ ὡς ἐπισημήνασθαι τὴν φύσιν τοῦ ἐπαγομένου, καὶ τούτῳ μάλιστα χαρακτηρίζεται τὸ εἶδος τοῦ ἀφελοῦς λόγου.καλὸν δὲ καὶ περὶ ὧν τις οἶδεν ὡς ζητοῦντά τι λέγειν. τίσι ποτὲ λόγοις· οὐ γὰρ εἶπεν οὐ κατηγορίαις οὐδὲ συκοφαντίαις, ὃ πολιτικῷ ἥρμοζεν, ἀλλὰ τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν. καὶ τὸ ἐν γένει εἰπεῖν μὴ κατʼ εἶδος Ἄνυτος καὶ Μέλητος, ἀλλʼ οἱ γραψάμενοι Σωκράτην. καὶ ἐπαλλαγαὶ πρέπουσι τῷ ἀφελεῖ λόγῳ, ἀδικεῖ μέν, ἀδικεῖ δέ.
εἶτα καὶ τῶν ἑξῆς αἱ μὲν ἀποδείξεις πολιτικώταται· μάχην γάρ, δοκεῖ, δείκνυσι πρὸς τὰ προσόντα τῷ θαυμάσιον δέ μοι κἀκεῖνο φαίνεται τὸ πεισθῆναί τινας ὡς Σωκράτης τοὺς νέους διέφθειρεν· ὁ δὲ [πρῶτον μὲν] οὐ πρότασιν θεὶς οὕτως ἐπάγει τὰ κατασκευαστικά, ἀλλʼ ἁπλῶς ἐπεξέρχεται τὰ πράγματα, πρῶτον. δεῖ δὲ τὴν μεταχείρισιν τῶν κατασκευαστικῶν ὁρᾶν· πολιτικὸς μὲν γὰρ τὰ ἐν γένει ἂν ἐκλαβὼν ἔλεγεν, ὅπως μὲν ἦν σώφρων, ὅπως δὲ ἐγκρατής, ὅπως δὲ πᾶσι πόνοις ἀντεῖχεν, ὁ δὲ τὰ κατʼ εἶδος γαστρὸς φησὶν ἐγκρατὴς καὶ ἀφροδισίων, καὶ πρὸς χειμῶνα καὶ θέρος πῶς εἶχεν; εἶτα ἔμιξε τὰ μεγάλα τοῖς μικροῖς, πῶς ἂν οὖν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἐποίει;
πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται ἐπινοήμασιν, οἷον οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα, καὶ ὅσα τοιαῦτα. οὐ πρέπει ἀνδρὶ πολιτικῷ· καὶ γὰρ εἰ καὶ οἱ πολιτικοὶ χρῶνταί τισιν ἔξωθεν ἐπινοήμασιν, οἷον εἴ τις ἐκ παραδειγμάτων λέγοι ἢ ἐξ ἱστοριῶν ἢ ἐξ ἄλλου τινὸς τοιούτου τρόπου, ἀλλʼ οὖν γε τοῖς προσηρτημένοις πρὸς τὸ πρᾶγμα χρηστέον, ὅθεν εἰώθασι θεραπεύειν τὰ τοιαῦτα ἢ αἰτιολογίαις ἢ ἐπαγγελίαις, οἷον ἓν ἐκ πολλῶν ἵνα τοίνυν γνῶτε ὡς οὐδέ ἐστι τοῦ τῆς πόλεως ἤθους κύριον ποιῆσαι τοιοῦτον νόμον, εἶθʼ ἑξῆς λέγονται χρήματα. ἐν δὲ τῷ ἀφελεῖ ἐπηγμένα νοήματα ἐκ πάντων ἐστὶ σχεδὸν τῶν ἐν τῷ βίῳ. τὰ δὲ προστιθέμενα ἔξωθεν μέγεθος ἐργάζεται ἐν τῷ λόγῳ, ὅταν ἔνδοξον ᾖ ὄνομα ἢ τόπος.
τηρητέον οὖν ἐν παντὶ ὡς οἵ τε ῥυθμοὶ τά τε σχήματα τά τε ὀνόματα πρέποντα τῷ ἀφελεῖ λόγῳ εἴη, τά τε ὁμοιόρυθμα τῶν νοημάτων, οἷον λεγόμενα, πραττόμενα, βουλευόμενα, καὶ τὰ σχήματα πάντα μὲν εἰδέναι τὰ τούτοις πρέποντα, πανταχοῦ δὲ τὸ ἀφελὲς τὸ ἐν αὐτοῖς τηρεῖ.
λέγομεν δὲ ὅτι πολλαχοῦ κοινὰ θεωρήματά ἐστι καὶ τῶν ἀφελῶν καὶ τῶν πολιτικῶν, αὐτίκα τὸ ἐπισημήνασθαι περὶ πραγμάτων ὧν ἂν μέλλῃς λέγειν καὶ τὸ ἐπεσκέφθαι αὐτῶν τὴν φύσιν καὶ τὸ ἀντιπῖπτον πρὸς τὸ ὑπὸ σοῦ λεγόμενον, ὅτι περὶ μικρῶν καὶ φαύλων διαλέγῃ· ἀφελοῦς καὶ τὸ τοιοῦτον, Φίλιππος ὁ γελωτοποιὸς παρῆλθε, καὶ ἔκλαιεν, καὶ ὅτι οἱ ἐν τῷ συμποσίῳ κατακείμενοι ἐγέλων, καὶ ὁ Συρακόσιος θαύματα παρείχετο. ταῦτα γὰρ πάντα κοινά ἐστι καὶ τῶν πολιτικῶν καὶ τῶν ἀφελῶν. ἡ δὲ μεταχείρισις τῶν
εἰσαγομένων ἰδία τοῦ ἀνδρός, ἐπεὶ καὶ ἡ ἐνταῦθα ἐπαγγελία κοινή ἐστιν, οἷς δὲ παραγενόμενος ταῦτα γινώσκω δηλῶσαι βούλομαι. ἀλλὰ τὸ μετὰ τὴν ἐπαγγελίαν οὐκέτι κοινόν, ἀλλὰ καινοπρεπές· ἐπαγγειλάμενος γὰρ οὐκ εἶπε τὸ ἐπακόλουθον τῆς ἐπαγγελίας, ἀλλʼ ἕν τι τῶν περὶ αὐτόν· οἷς μὲν γὰρ παρεγένετο, ταῦτα ἦν τὰ ἐν Καλλίου γενόμενα· ὁ δὲ οὐ ταῦτα λέγει εὐθύς, ἀλλὰ τὴν ἀρχὴν ἐξ ἧς ἤρξατο ταῦτα γίνεσθαι, δοκεῖ δὲ τὸ τοιοῦτο ἀφήγησις εἶναι μᾶλλον.δεῖ δὲ ποικίλον εἶναι καὶ τὸν ἀφελῆ λόγον, μάλιστα ἐν τῷ τοιούτῳ εἴδει, καὶ ὅπου μὲν σεμνότητα ἐργάσασθαι, ὅπου δὲ καὶ περιβολήν, ὅπου δὲ ἀξίωμα, ὅπου δὲ καὶ ἦθος ἐνδείξασθαι καὶ χάριν, ὅπου δὲ καὶ γέλωτα, εἰ οἷόν τε, ὥσπερ ἔχει κἀνταῦθα, φίλιππός τε ὁ γελωτοποιὸς κρούσας τὴν θύραν. τὸ μὲν γὰρ ἦθος χάριεν πάνυ, ὅπερ ἐστὶν ἀφελοῦς λόγου· τὸ γὰρ ἀφαιρεῖν τὰς ἐπιβολὰς καὶ αὐτοῖς χρῆσθαι τοῖς ὀνόμασι καὶ ἀκολουθεῖν τῶν πραγμάτων τῇ φύσει καὶ μὴ δεδιέναι τὴν σμικρότητα αὐτῶν καὶ ταπεινότητα ἁπλῆς ψυχῆς καὶ γενναίας, ὅθεν καὶ λόγων τέχναι εὑρέθησαν, ἐξ ὧν ἐδυνήθη μέγεθος προσλαβεῖν καὶ τὰ μὴ ἔχοντα ἐν αὑτοῖς φύσει μεγέθη, καὶ ποτὲ μὲν τοιαῦτα εἶναι τὰ ἐν αὐτοῖς ἐμφαινόμενα, τὰ δὲ καὶ ψεῦδός τι ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς, ὅτι σὺ μὲν Πρωταγόρᾳ πολὺ ἀργύριον δέδωκας ἐπὶ σοφίᾳ· τοῦτο γὰρ βραχεῖαν μὲν ἐμφαίνει χάριτα, ἅμα δὲ καὶ κακοήθειαν ἔχει τινά.
καὶ τὰ μέν τινα τοιαῦτά ἐστιν ἐννοήματα, ὥστε μηδὲν αὐτοῖς προσυπακούεσθαι, τὰ δέ τινα τοιαῦτα, ὥστε ἦθος ἔχειν καὶ τὸ ἦθος οὐχ ἓν οὐδὲ ἁπλοῦν, ἀλλὰ διάφορον, τὸ μὲν χάριεν ἦθος, τὸ δέ τι ἀγαθὸν ἦθος,
τὸ δὲ γλυκύτητα ἐμφαῖνον, τὸ δὲ χρηστότητα, τὸ δέ τι τοιοῦτόν ἐστιν ἦθος, ὥστε αὐτόθεν πολλὴν σεμνότητα ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο· σεμνῶς μὲν οὖν πάνυ καὶ τῇ ἐννοίᾳ ποιῆσαι τὸ μειράκιον παρὰ τὸν πατέρα καθίσαι. σεμνὰ γὰρ τὰ τοιαῦτα ἐννοήματά ἐστι, μάλιστα δὲ τὸ ἦθος διεφύλαξεν αὐτῷ τὸ μὴ ἐπεξεργασίᾳ χρήσασθαι τῇ παρʼ αὐτοῦ, οἷον εἰ ἔλεγεν, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο, ὥσπερ ἐχρῆν υἱὸν ὄντα μετὰ πατρός, τὸ δὲ τοιοῦτον πολιτικόν. ἀφῆκεν οὖν ἐμφαίνεσθαι τὸ ἦθος καὶ τὴν σεμνότητα.τὰ μὲν γάρ τινα, ὡς ἔφην, ὑποκαθήμενον καὶ ὑπονοούμενον ἔχει τὸ ἦθος, ὁποῖόν ἐστι τὸ προειρημένον ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς, τὰ δέ τινα ἁπλᾶ ἐστι καὶ οὐδεμίαν κακοήθειαν ἐμφαίνει, ὡς ἔχει καὶ τοῦτο, οἱ μέν τινες χρισάμενοι, οἱ δὲ καὶ λουσάμενοι· τοῦτο γὰρ οὐδὲν πλέον ἐμφαίνει ἢ τὸ γενόμενον. ὅπου δʼ ἂν αἱ ὑπόνοιαι πονηραὶ ὦσι καὶ λυπῶσι τὸν λόγον, δεῖ τὸ παρὰ σοῦ εἰσαγόμενον ἐπανορθοῦσθαι τὸ ἄτοπον οὐχ ἁπλῶς, ἀλλὰ ταῖς παρὰ σοῦ προσθήκαις, οἷον εὐθὺς μὲν οὖν ἐννοήσας τις τὰ γινόμενα ἡγήσατʼ ἂν φύσει βασιλικόν τι τὸ κάλλος εἶναι, καὶ ἡ παρʼ αὐτοῦ προσθήκη, ἄλλως τε ἢν καὶ μετʼ αἰδοῦς καὶ σωφροσύνης, καθάπερ Αὐτόλυκος, κέκτηταί τις αὐτό· περὶ κάλλους γὰρ ὄντος τοῦ λόγου οὐκ ἄν τις ἀπόσχοιτο τὸ μὴ οὐ πρὸς κακοήθειαν τὰ τοιαῦτα προσδέχεσθαι.
πρῶτον οὖν τὸ ἦθος εἶναι δεῖ τοῦ ἀφελοῦς λόγου χρηστότητα ἐμφαῖνον· ἡ γὰρ χρηστότης γνώμης ἐστὶν ἀρετὴ καὶ ἀπὸ τῆς διανοίας καὶ γνώμης προαίρεσις καὶ τρόπων ἐπιείκεια. οὐ δεῖ δὲ οὐδὲν σημαίνεσθαι τὸ ἦθος αὐτὸ καθʼ αὑτό, ἀλλʼ ἐν τοῖς ἀκούουσι
καταλείπεσθαι, ἵνα ἀνεπιβούλευτον εἶναι δοκῇ· διὰ τοῦτο οὐδʼ ἐπισημαίνεσθαι χρὴ οὔτε τὰ δεινὰ ὡς δεινὰ οὔτε τὰ φοβερὰ ὡς φοβερά, ἀλλὰ ἐξαρκεῖ μοι μόνον εἰπεῖν, Τισσαφέρνης δὲ διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφόν· ἐξήρκεσε γὰρ αὐτῷ ἐκ τοῦ γένους ἐνδείξασθαι ὁποῖόν ἐστι διαβάλλειν ἀδελφὸν πρὸς ἀδελφόν· τὴν μέντοι ποιότητα καὶ τὴν διάθεσιν ἥτις αὐτοῦ καταλείπει σκοπεῖν· εἰ δὲ ἀγωνιστικῶς προῆγες αὐτό, τοῦτο ἂν εἶπες, οἷον πρᾶγμα δεινότατον πάντων καὶ ὠμότατον ἐνεβάλετο εἰς τὴν ψυχὴν Τισσαφέρνης· ἐὰν δὲ ἐξᾶραι θέλῃς καὶ θεῖναι καὶ αὐτὰ τὰ νοήματα, διʼ ἃ οὐκ ἔδει γενέσθαι τὴν διαβολήν, ἐποίσεις· οὔτε τοὺς θεοὺς αἰδεσθεὶς οὔτε τὴν δίκην οὔτε τὸ πρᾶγμα ὡς δεινότατον. ἃ γὰρ ἄν τις ἤθους ἔχεσθαι νομίσῃ παρὰ τοῖς τοὺς πολιτικοὺς λόγους μεταχειριζομένοις, ταῦτα καὶ ἐπὶ τούτοις ἦθος ἐμφαίνειν δύναιτʼ ἄν, ἔλαττον μέντοι· ἄλλον μὲν γὰρ παρʼ ἐκείνοις τρόπον ἐστὶ καὶ ἄλλο τι δηλοῖ, ἄλλον δὲ παρὰ τούτοις· ἐκεῖ μὲν γὰρ ὑπαινιττόμενόν τι ἢ ἕτερόν τι ὑποδεικνύντα, ἢ καὶ αὐτὸ τὸ ἐναντίον οὗ λέγεις ἔστιν ἐνδείξασθαι, ἐνταῦθα δὲ οὔ, ὡς ἂν ἀφελείας δεῖγμα καὶ ἁπλότης διανοίας. παραδείγματος δὲ ἕνεκα κείσθω παρʼ ἀμφοῖν· ὁ μὲν Δημοσθένης ἦθος ἐμφῆναι βουλόμενος τί φησι; πάνυ τοίνυν προσῆκον ἂν εἴη τοιοῦτον περὶ πλείστου ποιεῖσθαι ὑμᾶς, καὶ ἄνδρα εὐεργέτην δικαίως ὀνομάζειν. Ξενοφῶντος δὲ ἦθος καὶ ἡ χεὶρ αὐτῷ ἐπηκολούθησεν, ὥστε σαφῶς τὴν τάξιν ἐξετάζοντες ἐφʼ ἑκατέρᾳ αὐτῶν εὕροιμεν ἂν τὸ ἦθος.τὰ δὲ ἤθη ὁ Ξενοφῶν ἐργάζεται πρῶτον μὲν πρὸς τὰ ἰδιώματα ἀφορῶν τῶν προσώπων περὶ ὧν ἂν ποιούμενος τοὺς λόγους τυγχάνῃ, ἔπειτα τοὺς καιροὺς ὁρῶν καὶ πρὸς τούτοις τὰς περιστάσεις καὶ τὰ
συμβεβηκότα καὶ τὰ παρόντα αὐτοῖς καὶ τὰ παρακολουθοῦντα, ἐξ ὧν συλλογιζόμενος ἤθη εὑρίσκει ἐργάζεσθαι ἐν τοῖς λόγοις καὶ νὴ Δία γε καὶ πάθη. ἵνα δὲ ἀπʼ αὐτῶν τῶν βιβλίων ἄρξηταί τις, ἐν τῷ Συμποσίῳ πᾶσα μὲν ἀρετή ἐστι, ὁ δὲ λόγος καὶ ἡ ἁπλότης τῆς διανοίας ἐστὶ τῶν λεγομένων, ὃ οὕτω τις ἂν ἦθος εἴποι· καὶ σχεδὸν ὁ λόγος ἅπας οὕτω προῆκται. πόθεν οὖν τοῦτο ὑπῆρξεν αὐτῷ; τῷ ἰδεῖν τὸν καιρὸν καὶ τὸ πρᾶγμα ὁποῖον καὶ τὰ παρακολουθοῦντα φύσει, οἷον ὁποῖον μέν τι τὸ συμπόσιόν ἐστι καὶ τίνα ἐν συμποσίῳ λέγεσθαί τε καὶ γίνεσθαι συμβαίνει. πρὸς ἃ προορῶν ἀπειργάσατο τὸν λόγον, οἷον εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου, ἀλλʼ ἔμοιγε δοκεῖ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς. ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιὰς πραττόμενα τῶν μεγάλων τε καὶ ἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι, καὶ ἔστι τὸ θεώρημα τοῦ ἀφελοῦς, ὅτι μὴ ἐκ παντὸς τρόπου δεῖ διώκειν τὰ ἔνδοξα καὶ τὰ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα. πάλιν ἐν τοῖς Ἀπομνημονεύμασι τὸ ἰδίωμα καταμαθὼν τῆς Σωκράτους προαιρέσεως, πρὸς τοῦτο ἀπιδὼν προσαγήοχε τὸν λόγον· ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως τὸ Σωκράτην τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι, ὅμως οὗτος ὡς ἀφελὴς ἀνὴρ ἦθος κἀνταῦθα ἐνεδείξατο, πολλάκις φησὶν ἐθαύμασα, οὐχὶ δὲ εἶπεν, ἐφʼ ᾧ τις ἂν ὀργισθείη ἢ ἐφʼ ᾧ ἄξιον ἐπιτιμῆσαι. δεῖ μέντοι κἀκεῖνο ὁρᾶν, ὅπως ὑφειμένα διὰ τὸ ἀφελὲς τιθεὶς ὀνόματα οὐδὲν ἧττον ἐν τῷ οἰκείῳ τόπῳ ἐνέφηνε τὸ μέγεθος τοῦ πράγματος· τὸ γὰρ ἐθαύμασα καὶ τὸ πολλάκις οὐ μικρῶν ἐστιν ἔμφασις. πάλιν ἐν τῇ Παιδείᾳ ὅρα πῶς μετεχειρίσατο εἰπών, ἔννοιά ποθʼ ἡμῖν ἐγένετο. τὸ μὲν οὖν νόημά ἐστιν ὃν τρόπον Κῦρος παῖς ὢν ἐτρέφετο καὶ τίνος παιδείας μετέσχεν, καὶ τίνα ἔργα ἔπραξε, καὶ ὡς εὐδαιμονέστατος ἀνθρώπων ἐγένετο, τοῦτο δὲ ἄλλο τι βούλεται τῷ ἀνδρί· οὐ γὰρ Κῦρον ἐγκωμιάσαι προῄρηται οὐδὲ μέλει αὐτῷ ὃν τρόπον ἐπαιδεύθη ὁ Κῦρος ἢ ἐτράφη, ἀλλʼ ἐπειδὴ ἐν ἤθει προάγει τὸν λόγον, ὑπογραφῇ κέχρηται ὁποῖόν τινα δεῖ εἶναι τὸν ἀγαθὸν ἄνδρα καὶ τίνι τροφῇ καὶ τίνι παιδείᾳ χρῆσθαι, καὶ ὁποῖον μὲν δεῖ εἶναι ἔτι ἐν παιδίοις ὄντα, ὁποῖον δὲ ἐπειδὰν μειράκιόν τις γένηται, τίνα δὲ ἔργα καὶ ἐπιτηδεύματα προσήκοντα τῷ καλῷ τε καὶ ἀγαθῷ ἀνδρί, ὁ δὲ Κῦρος ἄλλως ὄνομά ἐστιν αὐτῷ. τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς Ἀπομνημονεύμασι μετακεχείρισται τοὺς τοιούτους τῶν λόγων· ἐκεῖ γὰρ αὐτῷ καὶ περὶ πλειόνων εἴρηται ὃν τρόπον δεῖ τῇ πατρίδι τῇ ἑαυτοῦ προσφέρεσθαι καὶ τοῖς φίλοις καὶ ἐν τοῖς οἰκείοις πᾶσιν· οὐ μέντοι εἴρηταί γε ὑποθετικῶς, οἷον οὕτω χρὴ τοῦτον τὸν τρόπον τοῖς φίλοις προσφέρεσθαι, οὐδὲ χρὴ τοῦτον τὸν τρόπον τοῖς ἀδελφοῖς· οὐδὲ χρὴ πρότερον ἐπίδειξιν εἶναι πολιτείας, πρὶν ἂν ἀνήρ τις γένηται σοφός τε καὶ ἐπιστήμων πραγμάτων, ἀλλʼ ὑποθεὶς ἕτερα πρόσωπα διδάσκει σε ὃν τρόπον χρὴ τὰ τοιαῦτα ποιεῖν, ὁποῖον καὶ Χαιρεφῶντα λέγει διαφερόμενον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, εἰπέ μοι, ἔφη, σὺ μόνος οὐ γινώσκεις ὅτι οὕτω χρὴ τοῖς ἀδελφοῖς προσφέρεσθαι, ἀλλὰ πρόσωπον ἕτερον ὑπέβαλλεν. ὅταν οὖν θέλῃς ἐν ἤθει λόγον προαγαγεῖν, οὐχ ὑποθετικῶς εἰσάγεις, τάδε χρὴ ποιεῖν ἢ τάδε, ἀλλὰ πρόσωπον ἕτερον ὑποθεὶς ἃ ἂν βούλῃ τινὰ ποιεῖν λέγεις, ὅτι ἐκεῖνος ἦν τοιοῦτος καὶ τάδε ἐποίει.ἔστι δὲ οὐ μόνον τὸ εἶδος τοῦ ἦθος δοκεῖν παρέχεσθαι ἐν τῷ λόγῳ τῷ κατὰ τὴν ἁπλότητα τῆς διανοίας,
ἀλλὰ καὶ κατὰ τὸ ἐναντίον τούτου, οἷον σκληρότερον καὶ ἀπηνῆ περιθεῖναι λόγον, ὅταν τοιοῦτόν τι ὑποτεθῇ, καὶ πάλιν αὖ εἰ ἐρῶντί τινι οἰκείους λόγους περιθείη, καὶ πᾶσιν ὁμοίως πρὸς τὰ πάθη ἀφορῶντα, ὃν τρόπον καὶ ἐν τῇ Παιδείᾳ ἐκ τῶν περιστάντων πάθη εἰργάσατο, ὁπόσα περί τε Ἀβραδάτου καὶ τῆς ἐκείνου γυναικὸς εἴρηται· ἡ δὲ πᾶσα ἀρετὴ τὸ διαφυλάξαι καὶ τηρῆσαι τὰ ἰδιώματα ἑκάστου, ὥσπερ ἦν. οὕτω πεποίηκε τὸν Κυαξάρην διὰ παντὸς ὀργίλον καὶ ἵνα ἄλλον ἔχοντά τι ἐν τῇ ψυχῇ ἰδίωμα· ταῦτα γὰρ ἤθη μεγάλα ἐργάζεται ἐν τῷ λόγῳ· φυλάξαις δʼ ἄν, ἐὰν ἐπακολουθήσῃς τῇ προτέρᾳ διανοίᾳ καὶ τῇ προαιρέσει τοῦ λόγου, τί σοι βούλεται σκοπῶν καὶ πρὸς τὸ ἰδίωμα ἀφορῶν περὶ οὗ ἂν λέγῃς.τὰ δὲ ἤθη ἐν ταῖς ἀφελείαις τόνον λαμβάνει καὶ σεμνότητα, ὅταν τις ἐμφανίζων τὴν ἑαυτοῦ γνώμην ἐπὶ μόνης τῆς ἐννοίας τὸ ἦθος καταλείπῃ, οἷον εἰ ἔλεγες σὺ ἐνσημαινόμενος, ἔδοσαν δὲ οἱ θεοὶ καὶ ἐτίμησαν Χείρωνα, ὥσπερ χρή, δίκαιόν τε τὰ τοῦ καλοῦ πεποιημένον ἀγασθέντες αὐτοῦ, ὅτι δίκαιός τε ἦν καὶ τὴν ἄλλην ἀρετὴν ἐπετήδευεν· ἐν γὰρ τούτοις ἐμφανίζεις τὴν σεαυτοῦ γνώμην πῶς ἔχεις περὶ τοὺς τοιούτους ἄνδρας· τῷ δὲ Ξενοφῶντι ἐξήρκεσε μόνον ἐπὶ τῆς ἐννοίας ἀποσιωπῆσαι, Χείρωνα δὲ διὰ δικαιότητα καὶ τὰ ἑξῆς.
ἔστι δὲ τῆς ἰδιότητος τοῦ ἀνδρὸς καὶ πάντων τῶν ἀφελῶν παρέχεσθαι, ὡς ἔνι μάλιστα, καὶ χρηστὸν τὸ ἦθος, μὴ μέντοι ἐνσημαίνεσθαι τοῦτο αὐτὸ καθʼ αὑτό. σκόπει δὲ ἐντεῦθεν τὸ ἦθος τῆς ἀφελείας, εἰ οὐ δοκεῖ σοι χρηστοῦ ἀνδρὸς εἶναι τὸ μέλλοντα τελευτᾶν βούλεσθαι τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι· οὕτω δέ τι χρηστὸς ἦν ὁ Δαρεῖος καὶ φιλόστοργος, ὥστʼ ἐβούλετο τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι.
ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τοῦ βίου τελευτήν, ἐβούλετό οἱ τὼ παῖδε ἀμφοτέρω παρεῖναι· τοῦτο χρηστοῦ ἤθους ἐστί· πατρικὴν γάρ σοι διάθεσιν ἐνεδείξατο, καὶ ἔστι τῆς γνώμης ἡ ἀρετή, καὶ τὸ ἦθος ἀφελοῦς ἀνδρός, οἷον ἂν χρηστὸν γένοιτο. ἦθος δὲ χρηστὸν ἐποίησε καὶ ἐν τῷ Συμποσίῳ ἐπὶ τῆς τὰ θαυμαστὰ ἐπιδεικνυμένης εἰπών, ὥστε οἱ μὲν θεώμενοι ἐφοβοῦντο. χρηστὸν οὖν κἀνταῦθα τὸ ἦθος ἐφάνη τὸ τοὺς θεωμένους φοβεῖσθαι ἐπὶ τῷ παραδόξῳ τοῦ θεάματος.ἦθος ἄλλο πάλιν ἀφανὲς καὶ κεκρυμμένον, ὥσπερ ἐν τοῖς ἀφελέσι λόγοις προσήκει, ἀναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην ὡς φίλον. τί γὰρ δεῖ ἐξαγορεύειν καὶ λέγειν, λαβὼν Τισσαφέρνην τὸν μάλιστα ἐπιβουλεύοντʼ αὐτῷ ὡς φίλον; τὸ δὲ ἀποκρυψάμενον ἐφʼ ἑαυτοῦ ἐᾶσαι τοῦτο ἔχει τὸ ἦθος. καὶ μάλιστά γε τούτῳ πρόσεχε, ὅτι οὐκ ἐπισημαίνονται οἱ ἀφελεῖς ἄνδρες τὰς δυνάμεις, ἀλλʼ αὐτὰς ἐφʼ ἑαυτῶν ἀξιοῦσι δείκνυσθαι, ἐκτὸς εἰ μὴ καιρὸς εὔθετός που φανείη, ὡς καὶ ἐν τῷ Κυνηγετικῷ, ἐγὼ μὲν οὖν παραινῶ τοῖς νέοις μὴ καταφρονεῖν κυνηγεσίων. καιρὸν ἔσχεν ἐνταῦθα καὶ ἦθος θαυμαστὸν μετὰ τὰς ἐκβάσεις τηλικαύτας οὔσας καὶ ὑποθετικῶς ἐκ τοῦ οἰκείου προσώπου χρῆσθαι, ἐγὼ μὲν οὖν παραινῶ. ὅταν δὲ τὸ ἐναντίον τοῦ σημαντικοῦ εἴπῃς καὶ ἀνιῇς τῆς ἐπιστάσεως, ἦθος ἐργάζῃ· οὐ γὰρ λέγεις, ἔχεσθαι κυνηγεσίων καὶ σπουδάζειν περὶ κυνηγέσια, ἀλλὰ τὸ ἐναντίον μὴ καταφρονεῖν κυνηγεσίων μηδὲ τῆς ἄλλης παιδείας. τοῦτο δὲ οὐκ ἐᾷ εὐτελῆ γενέσθαι τὸν λόγον, ὅταν ἔνδοξον μὴ πάνυ δοκοῦντι ἐνδόξῳ παραθῇς, μὴ καταφρονεῖν κυνηγεσίων μηδὲ τῆς ἄλλης παιδείας. μεῖζον οὖν μικροτέρῳ συμπλέξαι καὶ κατʼ εἶδος λεχθέντι
ἀναμῖξαί τι ἐν γένει ἀνδρός ἐστιν ἐπιστήμονος· ἐκ τούτων γὰρ γίνονται τὰ εἰς τὸν πόλεμον ἀγαθοὶ καὶ εἰς τὰ ἄλλα· τόδε οὖν χρὴ ποιεῖν διὰ τόδε. ἡ μὲν οὖν αἰτιολογία κοινὴ καὶ πολιτικῶν καὶ ἀφελῶν, τὰ δὲ σχήματα διάφορα τὸ μὴ συμπλέξαντα εἰπεῖν, οὐ μόνον εἰς τὸν πόλεμον, ἀλλὰ καὶ εἰς τὰ ἄλλα.ἦθος δὲ πάλιν μετὰ γλυκύτητος ἐποίησεν εἰπὼν ἐν τοῖς Ἀπομνημονεύμασι, καὶ μὴ νομίζοι τὸ μέγιστον κέρδος ἔχειν φίλον ἀγαθὸν κτησάμενος ἦθος γλυκὺ ἐποίησεν ἀπὸ τοῦ ἐλάττονος ὀνομάσας τὸ πρᾶγμα. ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι αἱ τῶν φίλων οὐσίαι ἐκείνου πᾶσαι γίγνονται καὶ αἱ βοήθειαι αἱ ἐν τῷ βίῳ, ὁ δὲ ἑνὶ τούτῳ ὀνόματι, ὃ καὶ γλυκύτητα ἐμφαίνει καὶ ἦθος, φίλον φησὶν ἀγαθὸν κτησάμενος.
καὶ τὸ τὰς ἐπιτιμήσεις κατὰ τὴν τοῦ ἐναντίου ἀναίρεσιν ποιεῖσθαι ἦθος ποιεῖ, οἷον ἀκολούθου ὄντος εἰπεῖν τῷ [ἐπεμελεῖτο] οὐκ ἠμέλει καὶ τούς τε ἀμελοῦντας ἐμέμφετο ὁ δέ φησιν οὐκ ἐπῄνει, ἀλλὰ μὴν καὶ τοῦ σώματος αὐτός τε οὐκ ἠμέλει τούς τε ἀμελοῦντας οὐκ ἐπῄνει.
ἦθος δὲ ἀγαθὸν καὶ Σωκρατικὸν τὸ μὴ ἀπὸ τῶν ἀναγκαίων ἐπὶ τὰ ἀναγκαῖα ἄγειν, οἷον αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων διελέγετο, σκοπῶν τί εὐσεβές, τί ἀσεβές, εἶτα ἀπὸ τῶν οὐδετέρων ἐπὶ τὰ ὀνοματικά, τί σωφροσύνη, τί μανία, τί ἀνδρεία, τί δειλία, τί πόλις, τί πολιτικός. ἐν δὲ τῷ αὐτῷ καὶ κάλλος ἐποίησε τῷ ἀποκόψαι καθʼ ἕκαστον πρᾶγμα.
ἤθη δὲ καὶ εἰρωνεῖαι ἐργάζονται, οἷον ὁπόσα Σωκράτην προσδιαλεγόμενον πεποίηκε καὶ ἀναδιδάσκοντα τοὺς νέους, ὥσπερ αὐτὸν οὐκ εἰδότα, ἀλλʼ ἀναζητοῦντα μᾶλλον.