Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος. τὸ μὲν γὰρ ἔργον Μουσῶν διʼ ἀκριβείας διελθεῖν τὴν μῆνιν, ᾗ ἐμήνισεν Ἀχιλλεὺς ἐν Τροίᾳ καὶ τὰ συμβάντα ἀπʼ αὐτῆς· οὔτε γὰρ οὐχὶ φαῦλα οὔτε ὀλίγα, ἀλλὰ τοῦτο δὴ τὸ βαρύτατον τῶν τοῦ πολέμου συνέβη τοῖς Ἀχαιοῖς· πολλοὶ μὲν γὰρ αὐτῶν καὶ ἀγαθοὶ πρὸ ὥρας διεφθάρησαν, πολλοῖς δὲ οὐδὲ ταφῆς ὑπῆρξε τυχεῖν, ἀλλʼ οἱ μὲν κύνες διεχρήσαντο αὐτοὺς κειμένους. Διὸς δὲ ἦν ἄρα τὸ βούλευμα καὶ οὐκ ἀπὸ ταὐτομάτου συνέπεσε τοσαῦτα πράγματα, ἀρξάμενα ἀφʼ οὗ πρῶτον διέστησαν Ἀχιλλεὺς ὁ Πηλέως καὶ Ἀγαμέμνων ὁ Ἀτρέως βασιλεὺς τῶν Ἑλλήνων. τίς δῆτα θεῶν αὐτοὺς συνέβαλε καὶ πόθεν ἄρξασθαι φῶμεν τὴν ἔριν; ἀπὸ Ἀπόλλωνος, ὃν ἐμβαλεῖν τοῖς Ἀχαιοῖς νόσον πρὸς ὀργὴν τοῦ βασιλέως αὐτῶν, αἰτίαν δὲ αὐτοῦ γενέσθαι τήνδε. ἄνδρα ἐλθεῖν πρεσβύτην Χρύσην ὀνόματι εἰς τὸ στρατόπεδον τῶν Ἀχαιῶν,
Ἀπόλλωνος ἱερέα, θυγατέρα αἰχμάλωτον λυσόμενον, οὖσαν παρὰ τῷ Ἀγαμέμνονι, σκῆπτρον δὲ δὴ χρυσοῦν ἔχοντα καὶ περὶ τῷ σκήπτρῳ στέμματα τοῦ θεοῦ, κομίζειν δὲ καὶ ἄποινα οὐκ ὀλίγιστα [τὰ δὲ] εἰς τοὺς Ἀχαιοὺς ἱκετεύειν πάντας μέν, διαφερόντως δὲ τοὺς Ἀτρείδας, συνευχόμενον ἐκείνοις μὲν ἑλεῖν τὴν Τροίαν καὶ σωθῆναι οἴκαδε, αὑτῷ δὲ ὑπάρξαι λύσασθαι τὴν κόρην, πάντως δὲ προσήκειν αὐτοῖς αἰδεσθῆναι τὸν θεόν. ἐνταῦθα οἱ μὲν ἄλλοι πάντες ἐδέξαντό τε τοὺς λόγους καὶ ἀνεθορύβησαν ἀφιέναι τὴν παῖδα τῷ ἱερεῖ, Ἀγαμέμνων δὲ οὔτʼ ἠφίει καὶ προσηπείλει εἰ λήψοιτο αὐτὸν ἢ νῦν ἐνδιατρίβοντα ἢ αὖθις τῶν αὐτῶν ἕνεκα ἥκοντα, ὡς οὐκ ἐπαρκέσουσαν τὴν ἱκετηρίαν αὐτῷ, οὐδὲ ὑπὲρ τῆς παιδὸς γενησομένους ἔτι τοὺς λόγους, ἀλλʼ ὑπὲρ τῆς αὐτοῦ σωτηρίας, τὴν δὲ οὐκ ἀπολύσειν, ἕξειν τε ἐν Ἄργει γυναῖκα, τὰ αὐτοῦ πράττουσαν διὰ βίου, ἀλλʼ εἴ τι δεῖται σωτηρίας, ἀπιέναι ἤδη. ταῦτα ἀκούσας ὁ ἱερεὺς ἔδεισέ τε καὶ παραχρῆμα ἀπῄει σιωπῇ, ὡς δὲ ἀπέσχε τοῦ στρατοπέδου, πάσας ἤδη φωνὰς ἠφίει τὸν Ἀπόλλωνα καλῶν Σμίνθιον, Τενέδιον, Χρύσιον, Καλλίτοξον, πάντα ὀνομάζων, εἴ ποτέ σοι, δέσποτα, ἢ θυσίαν ἔθυσα ἢ νεὼν ἤρεψα εἰς χάριν, τοῦτό μοι νῦν ἀντʼ ἐκείνων γένοιτο, ἐξομόρξασθαι τοὺς Ἀχαιοὺς τὰ δάκρυα ταῦτα τοῖς ἑαυτῶν σώμασι, σὺ δὲ αὐτοῖς ἔλθοις τοξότης. δέχεται τὰς εὐχὰς ὁ θεὸς καὶ αὐτίκα πρὸς τὴν τιμωρίαν ἐστέλλετο.ἄρνες οἱ ἦσαν εὐτραφεῖς καὶ δασεῖς μαλλοῖς, θαυμαστοὶ τὸ κάλλος καὶ τὸ μέγεθος. τούτους ἐγὼ λαμβάνων συνέδουν αὐτοὺς ἡσυχῇ κατὰ τρεῖς· ἦσαν γὰρ ἐφʼ ὧν ὁ Κύκλωψ ἐκάθευδεν, ἔμελλε δὲ ὁ μέσος ἄρα ἄνδρα οἴσειν τῶν ἑταίρων, εἷς δὲ ἑκατέρωθε παράσειρος ἦν ἀσφαλείας ἕνεκα. εἰς μὲν οὖν τοὺς ἄλλους ὑπῆρχον οὗτοί μοι, αὐτὸς δὲ ἐπεχείρουν τρόπῳ τοιῷδε· ἦν κριὸς τά
τε ἄλλα ὑπερμεγέθης καὶ ὑπέρδασυς, τούτῳ περιβαλὼν τὼ χεῖρε κατὰ νῶτον, ὑπελειπόμην ἕως ὑπὸ τῇ γαστρὶ κἀγὼ γίγνωμαι· ἔπειτα μεταστραφεὶς εἰχόμην. ἐκείνην οὖν τὴν νύκτα οὕτω ταλαιπωροῦντες ἠνεσχόμεθα.ἐπειδή σοι τὰς ἰδέας ὑπεδείξαμεν τοῦ πολιτικοῦ λόγου καὶ τὰς ἀρετὰς αὐτοῦ, δεῖ σε ἀκοῦσαι καὶ περὶ τῆς ἰδέας τοῦ ἀφελοῦς λόγου· οὐδὲν γὰρ οὕτως ἐπεσκέφθαι χρὴ ὡς τὰς ποιότητας τοῦ ἀφελοῦς λόγου καὶ τοῦ ἁπλοῦ καὶ τὰς διαφορὰς αὐτοῦ πρὸς τὸν πολιτικὸν λόγον καὶ ἀγωνιστικόν, ὅπερ οὐ ῥᾴδιον μέν ἐστιν διὰ τὸ εἶναι ἓν γένος παντὸς λόγου καὶ μίαν φύσιν, ὅμως γε μήν εἰσί τινες παραλλαγαὶ καὶ ἰδέαι, αἳ διαφέρουσιν ἀλλήλων.
πᾶς δὲ λόγος ἐστὶ δῆλον ὅτι ἐν ἐπινοήμασι καὶ ἐν ἀπαγγελίᾳ, ἥτις ἐστὶν ἐν λέξει, ἐν σχήματι, ἐν ῥυθμῷ. ἔστιν οὖν ῥητέον τίνα ἐστὶ τὰ διακρίσεις ποιοῦντα ἀπὸ τῶν πολιτικῶν τοῖς ἀφελέσι λόγοις· οὐ γὰρ τὰ αὐτά ἐστιν ἐννοήματα τῶν τε ἀφελῶν καὶ τῶν πολιτικῶν. εἰ γὰρ ἐννόημα τὸ αὐτό, ἀλλὰ λέξις οὐχ ἡ αὐτή, ἢ εἰ καὶ λέξις ἡ αὐτή, ἀλλʼ οὐχ ὁ ῥυθμὸς ὁ αὐτός, ἢ εἰ καὶ ῥυθμὸς ὁ αὐτός, ἀλλʼ οὐ τὸ σχῆμα τὸ αὐτό.
εἰδέναι οὖν δεῖ πρῶτον, ὡς ἐν κεφαλαίῳ μάλιστα παραστήσαιμεν, ὅτι αἱ διαφοραὶ τοῦ πολιτικοῦ λόγου πρὸς τὸν ἀφελῆ εἰσὶν ἀπὸ τῶν ἐννοημάτων πρῶτον λαμβανόμεναι. ἔστι γὰρ τὰ μὲν πολιτικὰ νοήματα
τραχύτερα, ἐνδοξότερα καὶ ἀπὸ ἐνδοξοτέρων λαμβανόμενα, καὶ δριμύτερα, τήν τε δριμύτητα ἐργαζόμενα ἐκ τοῦ σπανιώτερά τε εἶναι καὶ ἔνδοξα, τὰ δὲ ἀφελῆ νοήματα ἁπλᾶ, ἐπίκοινα, ἄδοξα, καὶ ταῦτα ἀπὸ ἀδόξων τῶν ἐπιχειρημάτων λαμβανόμενα. περὶ μὲν οὖν τῶν νοημάτων, ὡς ἂν ἀπὸ πολλῶν ὀλίγα εἴποι τις, ταῦτά ἐστιν.ἡ δὲ ἑξῆς διαφορὰ περὶ τὴν μεταχείρισίν ἐστιν· ὥσπερ γὰρ ἐν τῷ πολιτικῷ λόγῳ ἐστί τις μεταχείρισις, οὕτω καὶ ἐν τῷ ἀφελεῖ λόγῳ. ἡ δὲ διαφορὰ τῶν μεταχειρίσεων αὕτη ἐστίν, ἐν μὲν τῷ πολιτικῷ λόγῳ δεῖ φανερὰς εἶναι· οὕτω γὰρ πολιτικῶς προάγοιτο ὁ λόγος, εἰ παρακολουθοῖεν οἱ ἀκούοντες τοῖς ζητήμασιν, ἐν δὲ τῷ ἀφελεῖ οὐ τοῦτό ἐστιν, ἀλλὰ κεκρυμμέναι ἐνίοτε εἰσὶν αἱ ζητήσεις, καὶ οὐδὲ οἶδέ τις τί βούλεται λέγειν ὁ λέγων διὰ τὸ μηδεμιᾷ ἐπιβολῇ ἐοικέναι τὸν λόγον.
τὰ δὲ σχήματα ἐν μὲν τῷ πολιτικῷ λόγῳ τραχέα ἐστί, σφοδρά, ἐλεγκτικά, βίαια, ἐν δὲ τῷ ἀφελεῖ ἀνειμένα, ἁπλᾶ, μηδένα ἔλεγχον μηδὲ ἐξέτασίν τινα ἐμφαίνοντα, ἀλλὰ κοινότερα καὶ ἀναπεπτωκότα· οὕτω γὰρ ἐκεῖνα ποιεῖ σύντονον τὸν λόγον καὶ πολιτικόν, ταῦτα δὲ ἀφελῆ, ὡς ἂν ἰδιωτικὰ καὶ ὁμιλητικὰ ὄντα.
οὐ μὴν οὐδὲ ἡ λέξις ἡ αὐτὴ αὐτοῖς, ἀλλʼ ἔνι τις καὶ ἐν τῇ λέξει διαφορά· ἐν μὲν γὰρ τῷ πολιτικῷ λόγῳ ποτὲ μὲν ἀπήρτισται τὸ νόημα, ποτὲ δὲ δεῖ ἄλλῳ νοήματι ἐπιβάλλειν· δεῖ γὰρ μετὰ πάσης ἀσφαλείας καὶ τόνου προάγεσθαι τὸν λόγον. ἐν δὲ τῷ ἀφελεῖ οὐκ ἔτι, ἀλλὰ δοκεῖ ἡ λέξις ὡς ἂν τύχῃ προάγεσθαι [ἀλλʼ] ὑπτίαν ἐμφαίνουσα καὶ μηδεμίαν ἐπιτήδευσιν τῆς λέξεως. ἔτι ἐν μὲν τῷ πολιτικῷ λόγῳ ὅ τι ἂν βούληταί τις σημαίνειν, ὑπὸ τῆς λέξεως τοῦτο αὐτὸ καὶ ἐμφαίνεσθαι μόνον δεῖ, ἐν δὲ τῷ ἀφελεῖ ἡ μία λέξις καὶ ἓν καὶ δύο καὶ
τρία σημαίνει ἐνίοτε. κάλλη δὲ ἐν λέξει ἡ παράθεσις τῶν λέξεων ποιεῖ, οἷον ἱπποφορβὸς ἵππων, συοφορβὸς συῶν.καὶ περὶ τοὺς ῥυθμοὺς ὁμοίως λέγομεν διαφοράν τινα εἶναι τοῦ πολιτικοῦ λόγου πρὸς τὸν ἀφελῆ, καὶ ὅλως ἡ διαφορὰ τῆς ἀφελείας πρὸς τὸν πολιτικὸν λόγον, ὅτι τῆς μὲν ἀφελείας ἐστὶ τὸ ἁπλῶς προχωρεῖν τὸν λόγον καὶ ἕλκεσθαι ἀεὶ τὴν ἀκοὴν κατὰ τὸ ὅμοιον καὶ μηδαμοῦ ἐγκοπὰς εἶναι τοῦ λόγου μηδὲ ἐνίστασθαί που πρὸς τὴν ἀκοήν· ὅπου δὲ προϊόντος τοῦ λόγου ὑποστροφὴ γέγονε καὶ ὥσπερ τι πρὸς τὴν ἀκοὴν ἀντέστη ἐκ τῆς ἐγκοπῆς τῆς κατὰ τὴν ὑποστροφήν, ἐνταῦθα ἀγωνιστικὸν τὸ σχῆμα καὶ λόγος ἤδη τῷ ῥυθμῷ πολιτικώτερος γέγονεν· ἐπιστρέφει γὰρ ἀεὶ τὸν ἀκροατὴν τὰ τοιαῦτα καὶ οὐκ ἐᾷ ἁπλῶς ἐπακολουθεῖν, ὅπερ ἐργάζεται ἡ ἀφέλεια.
ὡς ἐν τῷ Συμποσίῳ Ξενοφῶν, ἤδη γάρ σοι καὶ τὰ παραδείγματα αὐτῶν ἐκθήσομαι, ἵνα σαφέστερά σοι καὶ τὰ τῆς ἀφελείας θεωρήματα γένηται. αἵ γε μὴν γυναῖκες, ἄλλως τε ἢν καὶ νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τοῦδε καὶ Κριτοβούλου, μύρου μὲν οὐ προσδέονται. καὶ ἡ ὑποστροφή, αὐταὶ γὰρ τούτου ὄζουσι. τοῦτο μὲν οὖν οὕτω δεῖ προσδέξασθαι, οἷον αὗται παρὰ ἀνδρὸς μύρου οὐ προσδέονται, παρʼ ἑαυτῶν γὰρ ἔχουσι νύμφαι γε οὖσαι. τηρῆσαί γε ἄξιόν ἐστι τὸ τῆς ὑποστροφῆς· τῆς μὲν γὰρ ἀφελείας ἦν προελθεῖν μέχρι τοῦ μύρου μὲν οὐ προσδέονται, τὸ δὲ τῆς αἰτιολογίας παρατεθὲν κατὰ τὴν ὑποστροφὴν τοῦτο γοργὸν σφόδρα ἐποίησε τὸν λόγον αὐταὶ γὰρ τούτου ὄζουσι, καὶ κινδυνεύει καὶ πολιτικὸς γεγονέναι τῷ ῥυθμῷ ὁ λόγος.
τὰ δὲ περὶ τὴν ἑρμηνείαν πάλιν αὖ ἐννοήματα τῶν ἀφελῶν ἐστιν, οἷον χρήσασθαι, ἂν οὕτω τύχῃ, καὶ ἀδοξοτέροις ἐννοήμασι. βουληθεὶς γοῦν κατασκευάσαι ὁ Ξενοφῶν, ὅτι πολλοῦ ἄξιός ἐστιν ὁ Κῦρος, σκέψαι πῶς διῴκησε τοῦτο. ἡ γὰρ πρότασις πολιτική, καὶ αἱ ἀποδείξεις πολιτικώταται, ὅτι Κῦρος πολλοῦ ἄξιος ἐγένετο, τῶν δὲ ἐννοημάτων τὰ μὲν ἦν πολιτικά, τὰ δὲ ἀφελῆ. πολιτικὰ μὲν τὰ τοιαῦτα, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· τὸ γὰρ χαλεπώτατον ῥᾷστα κατειργάσατο. τί δέ ἐστι χαλεπώτατον; ἀνθρώπων ἄρξαι. ἄχρι τούτου ἡ κατασκευὴ πολιτική. εἰ γοῦν μετεχειρίζου πολιτικῶς, οὕτως ἂν εἶπες, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· ὃ γὰρ χαλεπώτατον ἦν, τοῦτο κατειργάσατο, ἀνθρώπων ἄρξαι. διὰ τί; ὅτι οὐ ῥᾳδίως ἐθέλουσιν οἱ ἄνθρωποι ἄρχεσθαι, ἀλλὰ πολλαὶ μὲν δυναστεῖαι, πολλαὶ δὲ τυραννίδες κατελύθησαν ὑπὸ τῶν μὴ βουλομένων ἄρχεσθαι. ἄχρις ἐνταῦθα τὰ ἐννοήματα πολιτικά.
ὅταν δὲ ἔλθῃς εἰς τὴν κατασκευὴν τῆς διαφορᾶς καὶ εἴπῃς, ῥᾴδιον γάρ ἐστι βοῶν καὶ ὀΐων καὶ πάσης ἀγέλης ἄρξαι μᾶλλον ἢ ἀνθρώπου, τότε λέγω ὅτι εἰς ἐννοήματα ἀφελέστερα ἀπάγεις τὸν λόγον· ἤθους γὰρ καὶ τρόπου εἰσίν, ἃ τοῦ λόγου τὸ ἀφελὲς ἐτήρησεν. ὁ μὲν οὖν πολιτικὸς πρότασιν προθεὶς τὰ κατασκευαστικὰ παρατίθησιν ἐπιλεγόμενος ἀεὶ τῶν ἐννοημάτων τὰ πολιτικώτερα, οἷον τὸ κατὰ τὰς ἀποβάσεις λέγειν οὐ πολιτικώτερον, νομέας μέντοι ἄρχοντας ἢ πάλιν, οὐδεπώποτε ᾐσθήμεθα συστάσας τὰς ἀγέλας, οὐκ ἂν πολιτικὸς εἴποι, οὗτος δὲ κατὰ τὸ πρέπον ἑαυτῷ τοῖς ἐπιχειρήμασι τὸ διαλλάττον παρέσχετο.
ὅπου δὲ κοινὰ τὰ ἐπινοήματα, οὔτε ἡ λέξις οὔτε τὸ σχῆμα τὸ αὐτό· ὅταν γὰρ εἴπῃ, ἔννοιά ποθʼ ἡμῖν
ἐγένετο, καὶ ὅσοι τυραννεῖν ἐπιχειρήσαντες οἱ μὲν αὐτῶν καὶ ταχὺ πάμπαν κατελύθησαν, οὐχὶ δίκας ἔδοσαν, καὶ πάλιν, οἱ δὲ κἂν ὁποσονοῦν ἄρχοντες διαγένωνται· οὐ γὰρ εἶπεν, οἱ κατὰ κράτος ἑλόντες τὰς πόλεις καὶ τὰς ἀρχὰς ἰσχυροτάτας ἑαυτοῖς καταστησάμενοι.ἔδειξα οὖν σοι ὅτι τῶν ἐννοημάτων τὰ μέν ἐστιν ἀπὸ κρίσεως λαμβανόμενα, τὰ δὲ παντοῖά ἐστιν ἐννοήματα, καὶ τὰ μὲν αὐτῶν ἐστιν ἐξ ἐνδόξων λαμβανόμενα, τὰ δὲ ἐκ μικρῶν καὶ ἀφανῶν. τοῦτο μὲν δὴ τοιοῦτό σοι, ὅτι παντοίοις ἐννοήμασι χρῶνται οἱ ἀφελεῖς, καὶ οὐκ ἐξαρκεῖ αὐτοῖς μόνον χρῆσθαι τοῖς ἐκ τῶν ὑποκειμένων λαμβανομένοις, ἀλλὰ καὶ τοιούτοις ἐνίοτε ἐννοήμασιν, ὧν ἄλλος μὲν ἄν τις καταφρονήσειεν, οὐδʼ ἂν προσέλθοι διὰ τὸ μήτε αὐτὰ ἐκ τῶν ὑποκειμένων λαμβάνεσθαι καὶ ἄδοξα τυγχάνειν, οἱ δὲ ἀφελεῖς οὐκ ἀπέχονται τούτων.
τὸ μὲν δὴ κατὰ τὴν μεταχείρισιν τῶν ἐννοημάτων τοιοῦτόν ἐστιν, καὶ ἔτι τὸ μὴ ὡς εἰς πρότασιν λέγεσθαι τὰ λεγόμενα κατασκευαστικὰ τοῦ προκειμένου, ἀλλʼ ἀδήλου ὄντος πρὸς ἃ λέγεται, οὕτω προχωρεῖν τὸν λόγον, οἷον μὴ προθεὶς ὅτι βούλεται ἀποδεῖξαι πολλοῦ ἄξιον Κῦρον ἐπάγει ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, καὶ προλαβὼν πάντα τὰ προκατασκευαστικά, ἐξ ὧν χαλεπόν ἐστιν ἀνθρώπων ἄρχειν, χαλεπώτερον τῶνδε καὶ τῶνδε, οὕτως ἐπήγαγεν, ἀλλὰ μὴν Κῦρος πλείστων ἀνθρώπων ἦρξε· Κῦρος ἄρα πολλοῦ ἄξιος ἐγένετο. καὶ αὕτη ἐστὶν ἀφελοῦς λόγου μεταχείρισις, ὅταν μὴ φανερὸν ᾖ ὡς πρότασις τὸ λεγόμενον.
δεῖ δὲ πολλάκις καὶ τὰ νοήματα μὴ πάντα ἰσχυρὰ εἶναι, ὥσπερ καὶ τὰ τῶν πολιτικῶν λόγων, ἀλλʼ ἔνια καὶ ὑφειμένως τιθέναι, καὶ τὰ ἥττω δοκοῦντα εἶναι, ἔνια δέ, εἰ οἷόν τε, ὡς καὶ γέλωτος ἄξια ἂν φανείη, ὡς
καὶ ἐν τῷ Συμποσίῳ εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου φησὶν ἀλλʼ ἔμοιγε δοκεῖ τῶν καλῶν ἢ τῶν ἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιᾶς πραττόμενα τῶν καλῶν τε κἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι. καὶ τοῦτό ἐστι τὸ θεώρημα τοῦ ἀφελοῦς λόγου, ὅτι μὴ ἐκ παντὸς τρόπου διώκειν τὰ ἔνδοξα καὶ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα.κατὰ μὲν οὖν τὴν ἀπαγγελίαν ἀμφότερα τὰ ἐννοήματα οὐκ ἔστι τραχέως εἰρημένα οὔτε τὸ ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, οὔτε τὸ ἀλλʼ ἔμοιγε δοκεῖ· ἐπειδὴ γὰρ ἐδόκει τὸ ἐν τῷ Συμποσίῳ εἰρημένον ἄδοξον εἶναι τὰ ἐν ταῖς παιδιαῖς διηγεῖσθαι, καὶ οὐδεὶς ἂν πολιτικὸς τοῦτο ἐποίησεν ἀδόξου ὄντος αὐτοῦ, μετὰ παραιτήσεως προήγαγεν ἀλλʼ ἔμοιγε δοκεῖ. εἰ δὲ ἀπὸ ὀνόματος ἤρξατο αὐτῷ λόγος ἀποφαντικοῦ, οἷον δοκεῖ δʼ ἔμοιγε, σκληρότερος ἂν ἐγένετο ὁ λόγος καὶ μᾶλλον Κριτίου ἔδοξεν ἂν εἶναι ἤ τινος τῶν τοιούτων.
κατὰ δὲ σχῆμα σχήματι ἀνειμένῳ· οὐ γὰρ διατεινόμενος ἂν ἐποίησεν, ὡς ἄν τις τῶν πολιτικῶν εἶπεν, οὐχὶ τὰ αὐτὰ παρίσταταί μοι γινώσκειν τοῖς πολλοῖς περὶ τῶν ἀνδρῶν τῶν σπουδαίων· οἱ μὲν γὰρ πολλοὶ οὐκ ἄλλα τινὰ οἴονται [γὰρ] αὐτῶν ἀξιομνημόνευτα εἶναι ἐν τῇ σπουδῇ τὰ πραττόμενα, ἐμοὶ δὲ οὐ τὸν αὐτὸν τρόπον· ἀλλʼ οὐδὲν ἧττον δοκεῖ τὰ ἐν ταῖς παιδιαῖς μνήμης τυγχάνειν ἄξια, ἢ ἃ ἂν σπουδάζοντες πράττοιεν. οὐχ οὕτως οὖν προήγαγεν, ἀλλʼ ἀνειμένῳ τῷ σχήματι καὶ ἐξηλλαγμένως ἀλλʼ ἔμοιγε δοκεῖ, εἶτα κατὰ τὸ ἰδίωμα τοῦ λόγου ἤθους ἐχόμενα καὶ τὰ ὀνόματα τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· καὶ πάλιν φησίν,
ὡς δὲ ἱπποδρομία ἔληξεν. ἀνειμένον δὲ καὶ ἀναπεπτωκὸς εἶναι δοκεῖ τὸ σχῆμα, πολιτικὸς δʼ ἂν οὐχ οὕτως ἐποίησεν, ἀλλὰ συντονώτερον, ὅποι δὴ ἱπποδρομία ἔληξεν, ἢ τοιούτῳ τινὶ τρόπῳ.ποικίλως δὲ τοῖς σχήμασι χρῶνται οἱ ἀρχαῖοι ἀφελεῖς τε καὶ οἱ πολιτικοὶ ἄνδρες· ἃ γὰρ ἐν πολιτικῷ λόγῳ δριμὺν τὸν λόγον ποιεῖ, ἐνθάδε ἀφελῆ ἐργάζεται. καὶ τὸν ῥυθμὸν δὲ τῆς ἀπαγγελίας τοιοῦτον εἶναι δεῖ οἷον προϊέναι καὶ ἐμβαίνειν μᾶλλον ἢ ἑαυτῷ ἐπικείμενον ἐπείγεσθαι, οὐχ ὥσπερ ἐν τοῖς πολιτικοῖς τὰς [τε] ποιότητας παρατιθέασιν, ὅταν λέγωσιν ἢ δεινότατα ἁπάντων ἢ ἐφʼ ᾧ πάντες ἀγανακτήσετε ἢ σχέτλιον γὰρ τοῦτό γε· πρὶν γὰρ τὸ πρᾶγμα εἰπεῖν τὴν ποιότητα οἱ πολιτικοὶ παραδεικνύουσι, καὶ ποτὲ μὲν πρὸ τῶν πραγμάτων, ποτὲ δὲ μετὰ τὰ πράγματα ἐπάγοντες. εὐρυθμίας δὲ καὶ τοῦτο καίτοι τότε ἐν τῇ κρατίστῃ πόλει ὑπὸ τῶν ἀρίστων κριθέντα τοῦ καλλίστου γέρως ἀξιωθῆναι ποίων ἔτι τεκμηρίων προσδεῖται τῆς τε πρὶν ἄρξαι αὐτὸν ἀρετῆς; τοῦτο δʼ εὐρυθμίαν ἐν τῷ λόγῳ εἰργάσθαι καί μοι δοκεῖ, τὸ δὲ τὴν εὐρυθμίαν ἀπειργασμένον ἐστὶ τὸ ἐμπεριβαλόντα τὰ νοήματα καὶ ἀπαρτίσαντα στῆσαι τὸ νόημα, ὥστε καὶ τὸ μετὰ ταῦτα ῥηθὲν μηκέτι ἡνῶσθαι, ἀλλʼ ἑτέρου ἀρχὴν λόγου δοκεῖν εἶναι· τί γάρ φησιν; ὅσα δὲ ἐπεὶ ἐπʼ ἀνδράσιν ἐγένετο. οὐ πολλαχοῦ δὲ ὁ Ξενοφῶν χρῆται τούτῳ τῷ σχήματι· ἔστι γὰρ σκληρότερον καὶ δικανικώτερον, ἀποδεδειγμένοις πράγμασιν ἢ ὡς βιαζόμενοι ἢ ὥς τι σφόδρα δοκοῦντες λέγειν τὰ τοιαῦτα ἐπάγειν εἰώθαμεν. πλὴν τό γε κατὰ τὴν ἄλλην αὐτοῦ εὐρυθμίαν θαυμαστὸν καὶ τοῦτο γέγονε τὸ συνεχεῖς τὰς διαστάσεις ἑνὶ πνεύματι λόγου γεγονέναι, καίτοι τότε· ἐν τῇ κρατίστῃ πόλει·
ὑπὸ τῶν ἀρίστων κριθέντα· τοῦ καλλίστου γέρως ἀξιωθῆναι· καὶ τὸ πολλὰ νοήματα καθʼ ἓν ἕκαστον πρὸς μίαν λέξιν εἰπεῖν δυνάμεως καὶ ῥυθμοῦ.καὶ τοῖς ὀνόμασι δὲ χαίρουσιν οἱ ἀφελεῖς ἀπὸ ἑτέρου ἐπὶ ἕτερον αὐτὰ μεταφέροντες, ὡς καὶ ἐν τῷ Ἀγησιλάῳ ὁ Ξενοφῶν πολλοὺς φησὶν ἐραστὰς τῆς ἑαυτοῦ φιλίας ἐποιήσατο· ὁ γὰρ ἐραστὴς ἄλλου τινὸς δοκεῖ ὄνομα εἶναι. καὶ πάλιν, αὐτοὶ δὲ κατιδόντες τοὺς τῶν Ἑλλήνων ἀκολούθους. πάλιν ἐνταῦθα ἐλάττονι ὀνόματι τοῦ πράγματος ἐχρήσατο· τὸ γὰρ τῶν ἀκολούθων ἐπὶ δούλων μᾶλλον εἴωθε λέγεσθαι, ὁ δὲ τοὺς ἑπομένους καὶ τοὺς τελευταίους τοῦ στρατοπέδου οὐκ ὤκνησεν ἀκολούθους ὀνομάσαι. καὶ ἐν τοῖς Ἀπομνημονεύμασι θαυμάζω οὖν φησὶ πῶς ποτε Σωκράτην ἐπείσθησαν Ἀθηναῖοι περὶ τοὺς θεοὺς μὴ σωφρονεῖν. μετήνεγκεν ἐνταῦθα ὡς ἴδιον τοῦ εἴδους τοῦ λόγου.