Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἐξαρκεῖ δὲ καὶ ἐν ἀφελεῖ λόγῳ οὐ μόνον αὐτὰ εἰπεῖν τὰ γενόμενα, ἀλλὰ καὶ ὡς ἔτυχε γενόμενα εἰπεῖν, οἷον Φίλιππος δὲ ὁ γελωτοποιὸς κρούσας τὴν θύραν. τὸ δὲ κρούσας τὴν θύραν παραπεφύλακται μέν, ὅτι οὐ κόψας μόνον, ἀλλὰ καὶ κρούσας λέγεται ἔνιοι δὲ οὐχ οὕτως οἴονται· ὅτι δὲ Ἑλληνικόν ἐστιν, οὐδὲν δεῖ διαφέρεσθαι. σὺ δέ, εἰ ἐβούλου πολιτικῶς αὐξῆσαι τὸν λόγον, παρετίθεις ἂν αὐτοῖς καὶ τὰς δυνάμεις, Φίλιππος ἦν γελωτοποιός, ὅστις ἐξαίφνης ἐπίσταται, καὶ ἐπειδὴ οὐδένα αὐτοῦ πλησίον κατέλαβε, τὸ μὲν πρῶτον ἔγνω εἰσπηδῆσαι, ἐδόκει δὲ αὐτῷ σημᾶναι πρὸς ἕτερον, καὶ ἔκοπτε προσελθὼν τὴν θύραν.

τὸ δὲ καὶ ταῖς τῶν ἄλλων δόξαις ἐπερειδόμενον ἔνια τῶν πραγμάτων λέγειν ἀφελοῦς ἐστιν, οἷον ὡς λέγεται. πολιτικοῦ δὲ ἀνδρός ἐστι τὸ αὐτὸν ἀφʼ ἑαυτοῦ τὰ πλεῖστα εἰσάγειν, οἷον ὁ μὲν Θουκυδίδης ἀφελῶς εἰρηκέναι δοκεῖ, στασιάσαντες δὲ ἐν ἀλλήλοις ἔτη πολλά, ὡς λέγεται, ἐὰν δὲ εἴπῃ, ἐπειδὴ δὲ ἐστασίασαν, τραχὺν ποιεῖ τὸν λόγον.